- 텍스트

Unknown, Elegy and Iambus, Volume II, Ἀρχιλόχου?, section

(작자 미상, 비가, Ἀρχιλόχου, section)

εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ ἐν ἀμαχανίᾳ ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν πιαινόμενον. . . . Γύγης, τοῦ καὶ Ἀρχίλοχος ὁ Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη. ἀφ οὗ Ἀρχίλοχος ὁ ἰαμβοποιὸς ἐφάνη ἔτη ΗΗΗΗΔΓΙΙΙ ἄρχοντος Ἀθήνησι Λυσιάδου. π. Ὁμήρου: Ἀρίσταρχος δὲ ἐν τοῖς Ἀρχιλοχείοις Ὑπομνήμασι κατὰ τὴν Ιὠνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν. π. γραφὰς τὰς τῆς ἐν Δελφοῖς λέσχης: οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷς προσήκουσι. Τέλλις μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ ἔτι παρθένος, ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτόν, ὁποίας ποιεῖσθαι νομίζουσι Δήμητρι: ἐς μὲν δὴ τὸν Τέλλιν τοσοῦτον ἤκουσα, ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος εἰή τρίτος Τέλλιδος: Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν. Θάσος: . . ὅτι δὲ καὶ ἀερία ἡ Θάσος δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος πατρὶ τοῦ Ἀρχιλόχου: Ἄγγειλον Παρίοις, Τελεσίκλειε, ὥς σε κελεύω νήσῳ ἐν ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. ὡς ὁ Κρατῖνος ἐν Τοῖς Ἀρχιλόχοις ἔφη. ἰάμβον ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος. . . τοῦ μεθυπλῆγος φροίμιον Ἀρχιλόχου. Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων: τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος. αρξηιλοξηυμ σιγνιφιξατ, θυι λψξαμβεν προβροσις ϝερσιβυς υσθυε εο ινσεξτατυς εστ, υτ ιλλε μορτεμ σιβι ξονσξισξερετ. ηοξ αυτεμ εο φεξιτ, θυοδ ιλλε φιλιαμ συαμ ιν ματριμονιυμ προμισσαμ μοχ δενεγασσετ. ἰστέον δὲ ὅτι πολλῶν προσώπων ἁψαμένων βρόχους ἐπὶ λύπαις ἔπαθον οὕτω κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ αἱ Λυκαμβίδες, ἐπὶ τοῖς Ἀρχιλόχου ποιήμασι μὴ φέρουσαι τὴν ἐπιφορὰν τῶν ἐκείνου σκωμμάτων. ἔτι δέ, καθάπερ Πίνδαρός φησι, καὶ τῶν σκολιῶν μελῶν Τέρπανδρος εὑρετὴς ἦν: ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιϊάν προσεξεῦρε καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς ῥυθμοὺς ἔντασιν καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν: πρώτῳ δ αὐτῷ τά τ ἐπῳδὰ καὶ τὰ τετράμετρα καὶ τὸ κρητικὸν καὶ τὸ προσοδιακὸν ἀποδέδοται καὶ ἡ τοῦ ἡρῴου αὔξησις, ὑπ ἐνίων δὲ καὶ τὸ ἐλεγεῖον, πρὸς δὲ τούτοις ἥ τε τοῦ ἰαμβείου πρὸς τὸν ἐπιβατὸν παιῶνα ἔντασις καὶ ἡ τοῦ ηὐξημένου ἡρῴου εἴς τε τὸ προσοδιακὸν καὶ τὸ κρητικόν: ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι παρὰ τὴν κροῦσιν τὰ δ ᾄδεσθαι, Ἀρχίλοχόν φασι καταδεῖξαι, εἶθ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιητάς, Κρέξον δὲ λαβόντα εἰς διθυράμβων χρῆσιν ἀγαγεῖν. οἰόνται δὲ καὶ τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν τοῦτον πρῶτον εὑρεῖν, τοὺς δ ἀρχαίους πάντας πρόσχορδα κρούειν. "Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψώδει. "Ἀλλὰ καθαρός εἰμι, ἄναξ: "ἐν χειρῶν γὰρ νόμῳ ἔκτεινα. π. Κόρακος τοῦ Ναξίου: ὁ γὰρ ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἐοίκεν, ἦν δ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐπιβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα χρησάμενος λιταῖς τισι καὶ προστροπαῖς μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν: τοῦτο δ ἦν ὁ Ταίναρος: ἐκεῖ γάρ φασιν ἐλθόντα μετὰ στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι παρὰ τὸ ψυχοπομπεῖον. π. Ἀρχιλόχου: τόν μέν γ ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν αὐτὸν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι, καὶ τὸ δεύτερον ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκεῖναι πάλιν Μουσῶν θεράποντα ἔφη τὸν Ἀρχίλοχον: τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν. Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασιν. "Ἦ καλόν γε αἱ Ἀθῆναι νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν. ἐν δὲ καὶ ἐκ φοβερῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ ὠκεανοῦ. μὄνος Ἡρόδοτος Ὁμηρικώτατος ἐγένετο· Στησίχορος ἔτι πρότερον ὅ τε Ἀρχίλοχος . . ἆρ οὖν Ἀπολλώνιος ἂν μᾶλλον ἢ Ὅμηρος ἐθέλοις γενέσθαι· τί δέ· Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ διὰ πάντων γὰρ ἀμώμητον τὸ ποημάτιον Ἀρχιλόχου, πολλὰ καὶ ἀνοικονόμητα παρασύροντος κἀκεῖνα ἐκ τῆς ἐμβολῆς τοῦ δαιμονίου πνεύματος ἣν ὑπὸ νόμον τάξαι δύσκολον, ἆρα δὴ μείζων ποιητής· εἵλκυσαν ἐντεῦθεν ἀπὸ τοῦ μύθου οἱ ποιηταὶ τὸν αἶνον . . ὁ δὲ μετὰ τοῦτον Ἡσίοδον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει μύθοις<οὐκ> ὀλιγάκις ἐχρήσατο. . . Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ Περὶ Ἀρχιλόχου. ὁ δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαεὶς ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δὲ οἱ φίλοι τοῦτο ἐκωλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους πολλὰ τὸν Σκηπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δὲ ἀκόλαστον ἀφεὶς καὶ παιδαριῶδες. Λεωνίδου: Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν τὸν τῶν ἰάμβων, οὗ τὸ μύριον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτ ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὡς ἐμμελής τ ἐγένετο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τ ἀείδειν. Γαιτουλικοῦ: Σῆμα τόδ Ἀρχιλόχου παραπόντιον, ὅς ποτεπικρὴν μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ, αἱμάξας Ἑλικῶνα τὸν ἥμερον: οἶδε Λυκάμβης, μυρόμενος τρισσῶν ἅμματα θυγατέρων: ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε κινήσῃς τύμβῳ σφῆκας ἐφεζόμενους.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION