- 텍스트

Unknown, Elegy and Iambus, Volume II, Θεοκρίτου του Χίου?, section

(작자 미상, 비가, Θεοκρίτου του Χίου, section)

Θεόκριτος: Χῖος, ῥήτωρ, μαθητὴς Μητροδώρου τοῦ Ἰσοκρατικοῦ. ἔγραψε Χρείας. ἀντεπολιτεύσατο δὲ Θεοπόμπῳ τῷ ἱστορικῷ. φέρεται αὐτοῦ Ἱστορία Λιβύης, καὶ Ἐπιστολαὶ Θαυμάσιαι. Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πῄρωσιν προφέρων ὁ Θεόκριτος εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ ἀρχιμάγειρον Εὐτροπίωνα <πέμψας ὁ βασιλεὺς πρὸς αὐτὸν οὔπω> γεγενημένον ἐν τάξει, παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν. ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δ ὅτι μάγειρος ἦν. ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον. ἔγραψεν δὲ καί ποτε Ἀλέξανδρος ταῖς ἐν Ιὠνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν. ᾔθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς. ἀναγνωθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παρ Ὁμήρῳ εἰρημένον: ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. . . . "Σὲ μὲν οὐκ οἶδα, σὲ δ οἶδα. Θεόπομπος δ ὁ Χῖος ἐν Ταῖς πρὸς Ἀλέξανδρον Συμβούλαις περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν. "Ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ οὐδε χαλκῶν, ἀλλ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν. "ἐπιτιμῶμεν, αὐτοὶ μὴ ποιῶμεν. θράσει μὲν οὐδεὶς οὐδέπω, πόνῳ δὲ καὶ γενναιότητι καὶ ἐπιεικείᾳ ἀρετὴν ἐπεκτήσατο: Θεοκρίτου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION