- 텍스트

Unknown, Elegy and Iambus, Volume II, Κράτητος?, Ιἄμβων

(작자 미상, 비가, Κράτητος, Ιἄμβων)

π. Κράτητος: ἔστι καὶ Ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα: Γίθει μαγείρῳ μνᾶς δέκ, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον. οὐκ ἀηδῶς γὰρ Κράτης φησί: Οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. π. Κράτητος: φέρεται δ αὐτοῦ κἀκείνα: Ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος: ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος. π. γήρως: Κράτητος: ὁ γὰρ χρόνος μ ἔκαμψε, τέκτων μὲν σοφός, ἅπαντα δ ἐργαζόμενος ἀσθενέστερα. Κράτητος ἐξ Ἀντιφάνους: Ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν: ἂν δ ἔλθῃ ποτέ, ἀνιώμεθ: οὕτως ἐσμὲν ἀχάριστοι φύσει. καὶ πενία δέ, εἴποι ἂν ὁ Ἐπίκτητος, οὐδὲν δεινόν: "Κράτης . . τότε ἔδοξεν ἐλευθεροῦσθαι καὶ στέφανον ὡς ἐπὶ ἐλευθερία περιεβάλετο, ὅτι τὴν πενίαν ἀντὶ τῆς εὐπορίας ἠλλάξατο. Κράτης Κράτητα χρημάτων ἀποστερεῖ, ἵνα μὴ κρατήσῃ τὸν κρατοῦντα κρείττονα. Ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης. Κράτης . . φήσας: "Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ. Κράτης φιλόσοφος . . φιλοσοφήσας ἔφη: "Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ κρατήσῃ τοῦ κρατοῦντος τὰ κρείττονα. Κράτης δ ὁμοίως χρημάτων ὑπερτιθεὶς ͺ αὑτὸν μεθείς τε μηλόβοτον τὴν οὐσίαν ͺ ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων ͺ ἀρθεὶς ὑπὲρ βωμοῦ μεγάλῳ κηρύγματι ͺ ἀνεῖπεν αὑτὸν ὡς ἐν Ὀλυμπίᾳ μέσῃ ͺ τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος: ͺ δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων. Κράτης: οὗτος καταλιπὼν τὴν οὐσίαν μηλόβοτον ἀρθεὶς ἐπὶ τοῦ βωμοῦ εἶπεν: κτλ. φασὶν τὸν αὐτὸν ὥς τινες δ ἄλλον τινὰ ͺ τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος ͺ τλέοντα τοῦ κλύδωνος ἀγριουμένου, ͺ ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, ͺ ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, ͺ τοῦτον δ ἐπειπεῖν ἄξιον μνήμης λογον: Εὖ γ, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε, ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι. εἰ δὲ τοσαῦτα μέτρα θέρους ἧν παρ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν ὁ Βοιώτιος ποιητής, Χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION