호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος: Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἱήσιν. π. Στίλπωνος: ὅπερ ἦν νοῦ καὶ ἱματίου: καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω: Καὶ μὴν Στίλπων εἰσεῖδον χαλέπ ἄλγἐ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς: ἔνθ ἔτ ἐρίζεσκεν, πολέες δ ἀμφ αὐτὸν ἑταῖροι: τὴν δ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι, ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι: Φλειάς ιό ν τ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ. Οὐχ ὁρᾷς ὡς πολλὰ μὲν γῆ παρέχει, πολλὰ δὲ θάλαττα· κτλ: Καὶ μὴν Μικύλον εἰσεῖδον τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηϊοτῆτι. π. Κράτητος: τούτου παίγνια φέρεται τάδε: Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνῃς ἐπαγαλλόμενος πυγῇσιν: ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους: ἐξ ἧς οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης. καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης φησί: τῶν δὲ κρατεῖ ψυχῆς ἤθει ἀγαλλομένη, οὔθ ὑπὸ χρυσείων δουλούμενοι οὔθ ὑπ ἐρώτων τηξιπόθων οὐδ αὖ τι συνέμπορόν ἐστι φίλυβρι. καὶ τὸ ὅλον ἐπιλέγει: ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι ἀθάνατον βασίλειαν Ἐλευθερίαν ἀγαπῶσιν. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι μετὰ παιδιᾶς παρῄνει: μὴ πρὸ φακῆς λοπάδ αὔξων ἐς στάσιν ἄμμε βάλῃς. καὶ τί ἔχει δυσχερὲς ἢ ἐπίπονον ἡ πενία· ἢ οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν· καὶ ὡς ῥᾳδίως διεξήγαγον ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι. ἀπορία καὶ δάνεια περ. έστηκεν· Κόγχον καὶ κύαμον σύναγ <ἄγγεϊ>, κἂν τάδε δράσῃς ῥηϊδίως στήσεις πενίας κάθ, <ἑταῖρε,> τρόπαιον: φησὶν ὁ Κράτης. π. Κράτητος: ἔστιν αὐτοῦ καὶ τόδε: Ταῦτ ἔχω, ὅσς ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν ἐδάην: τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. π. Κράτητος: ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς, οἱ δὲ ἐν Κορίνθῳ ὑπὸ Εὐθυκράτους, καὶ ἑλκόμενος τοῦ ποδός, ἐπέλεγεν ἀφροντιστῶν: Ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기