호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν Παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω: Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ: χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. χρήματα δ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον μύρμηκός τ ἄφενος χρήματα μαιόμενος, ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγινεῖν εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ίλάσομ ἁγνὰς οὐ δαπάναις τρυφεραῖς, ἀλλ ἀρεταῖς ὁσίαις. καὶ ὁ Κράτης μέντοι πεποίηκεν Ὕμνον εἰς τὴν Εὐτέλειαν: Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης, σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαἰ ἀσκοῦσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기