호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνέγραψε δὲ πάμπλειστα βιβλία, ἅπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν: . . Ἔπη ὧν ἀρχή: Ἁγνὲ θεῶν πρέσβισθ ἑκατηβόλε . . . Ἐλεγεῖα ὧν ἀρχή: Καλλιτέχνου μητρὸς θύγατερ . . . οὐ μόνον δὲ ἐγκώμιον ποιήσας ὁ Ἀριστοτέλης αὐτοῦ Πλάτωνος ἐπαινεῖ αὐτόν, ἀλλὰ καὶ ἐν τοῖς Ἐλεγείοις τοῖς Πρὸς Εὔδημον αὐτὸν ἐπαινῶν Πλάτωνα ἐγκωμιάζει γράφων οὕτως: ἐλθὼν δ ἐς κλεινὸν Κεκροπίης δάπεδον εὐσεβέων σεμνὴν φιλίην ἱδρύσατο βωμὸν ἀνδρὸς ὃν οὐδ αἰνεῖν τοῖσι κακοῖσι θέμις: ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς οἰκείω τε βίῳ καὶ μεθόδοισι λόγων, ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ: οὗ δ ἄνευ ἔστι λαβεῖν οὐδενὶ ταῦτα ποτέ. ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῆ: Ἱστορία, ἐπε δήπερ τὸν Ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμείαν, ἀλλὰ καὶ Ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον: Τόνδε ποτ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς, οὐ φυνερῶς λόγχης φονίοις ἐν ἀγῶσι κρατήσας ἀλλ ἀνδρὸς πίστει χρησάμενος δολίου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기