호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐποίησε δὲ καὶ ἐς αὐτὸν Λυσίαν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος, ἑταῖρος δὲ Λυσίου, δι οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὡς καὶ ἐκ τῶν ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται. ἔχει δὲ οὕτως: <Νῦν> ὦ Καλλιόπης θύγατερ, πολυηγόρε Φρόντι, δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις: τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις ἐν κόσμοισι βίου σῶμα λαχόνθ ἕτερον, δεῖ ς ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον ζών τε κατὰ φθιμένων κἀν ζόφῳ ἀθάνατον, ὃς τό τ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασιν, καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기