호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου δοθῆναι ὑπ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο: Εἴθ ἐγὼ ἐν κείνοις γενόμην ἢ κεῖνοι ἅμ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν, ὡς ἐπ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος: νῦν δὲ χρόνῳ προέχους οἷς φθόνος οὐχ ἕπεται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기