호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀστυδάμας ὁ πρεσβύτης: υἱὸς Μορσίμου τοῦ Φιλοκλέους, τραγικῶν ἀμφοτέρων, Ἀθηναῖος, τραγικός. ἔγραψε τραγῳδίας σμ´, ἐνίκησε ιέ, ἀκροασάμενος δὲ ἦν Ἰσοκράτους, καὶ ἐτράπη ἐπὶ τραγῳδίαν. Ἀστυδάμας δ ὁ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν: ἔζησε δὲ ἔτη ἑξήκοντα. ἀφ οὗ Ἀστυδάμας Ἀθήνησιν ἐνίκησεν ἔτη ΗΓΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀστείου καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν οἱ Ἀθηναῖοἰ εἰκόνι χαλκῇ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기