호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐτάφη ἐν Μακεδονίᾳ, κενοτάφιον δ αὐτοῦ Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπέγεγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποίησαντος ἢ Τιμοθέου τοῦ μελοποιοῦ: Μνῆμα μὲν Ἑλλὰς ἅπας Εὐριπίδου, ὀστέα δ ἴσχει γῆ Μακέδων, ᾗπερ δέξατο τέρμα βίου: πατρὶς δ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι: πλεῖστα δὲ Μούσαις τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기