호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δώτιον: . . . καὶ Δωτιὰς ὡς Ἰλιὰς τοῦ Ἰλιεύς . . . καὶ Ἀντίμαχος ἐν δευτέρῳ Λύδης: φεύγοντας γαίης ἔκτοθι Δωτίαδος ὀργεῶνες: . . . Σέλευκος δὲ ἐν τῷ Ψ῾πομνήματι τῶν Σόλωνος Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἡρ´ωας ἢ θεούς: ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱεπέας οὕτω καλοῦσιν: ὁ γὰρ Ἀντίμαχος ἐν τῇ Λύδῃ γ´: ἔνθα Καβάρνους θῆκεν ἀγακλέας ὀργειῶνας παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα ͺ Πολύβῳ τροφεῖ δίδωσιν: ὅτι δὲ Πολύβῳ δέδωκε Οἰδίπους τοὺς ἵππους, καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ: εἶπε δὲ φωνήσας: Π῾όλυβε, θρεπτήρια τάσδε ἵππους τοι δώσω δυσμενέων ἐλάσας. ᾿ ὅτι δὲ καὶ ὁ ἡλιος ἐπὶ ποτηρίου δικομίζετο ἐπὶ τὴν δύσιν, Στησίχορος μὲν οὕτως φησίν: . . καὶ Ἀντίμαχος δ οὑτωσὶ λέγει: τότε δὴ χρυσέῳ ἐν δέπαϊ Ηἔλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια. ἑρ´κτωρ: ὁ πρακτικός: Ἀντίμαχος: οἵ <σοι> τῶν μεγάλων ἑρ´κτορές εἰσι κακῶν. δύπτοντες κεφαλάς: . . δύπτειν δέ ἐστι τὸ δύνειν ὡς παρὰ Καλλιμάχῳ . . πρότερος δὲ Ἀντίμαχος: ἠϋ´τε τις καύηξ δύπτῃ. . . . ἁλμυρὸν εἰς πέλαγος . . . . Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν: οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων: κατάλεγει δὲ τούτους καὶ Ἀντίμαχος. Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἡρ´ωος. π. ταύρων τῶν Αἰήτου: καὶ Ἀντίμαχος ἐν τῇ Λύδῃ Ἡφαιστοτεύκτους τοὺς ταύρους ἀπεφήνατο. Μόσυχλος δὲ ὄρος τῆς Λήμνου, ὡς Ἀντίμαχος: ἡφαίστου πυρὶ εἴκελον, ὅ ῥα τίτυσκει δαίμων ἀκροτάτῆς ἐν κορυφῇς Μοσύχλου. ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθῳ τὸ φάρμακον κοιμίσαι τὸν δράκοντα ἐπᾴδουσαν καὶ οὕτω τὸ κῶας ἀνελέσθαι, καὶ χωρισθῆναι ἀμφοτέρους ἐπὶ τὴν ναῦν κοιμωμένου τοῦ θηρίου, συμφώνως τῷ Ἀντιμάχῳ. Τιμαίου λέγοντος ἐν Κερκύρᾳ τοὺς γάμους ἀχθῆναι, Διονύσιος ὁ Μιλήσιος ἐν δευτέρῳ τῶν Ἀργοναυτικῶν ἐν Βυζαντίῳ φησίν, Ἀντίμαχος ἐν Λύδῃ ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι τῇ Μηδείᾳ τὸν Ιἄσονα. Ἡσίοδός τε καὶ Πίνδαρος ἐν Πυθιονίκαις καὶ Ἀντίμαχος ἐν Λύδῃ διὰ τοῦ Ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς τοὺς Ἀργοναυτας εἰς Λιβύην, καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ ἡμέτερον πέλαγος γενέσθαι. Στροφάδας φησὶ κεκλῆσθαι διὰ τὸ τοὺς Βορεάδας αὐτόθεν ὑποστρέψαι, στραφέντας εἰς τοὐπίσω, λαβὼν παρὰ Ἀντιμάχου: οὕτω γὰρ ἐκεῖνος ἐν τῇ Λύδῃ περὶ αὐτῶν μέμνηται. οἱ δὲ Ξτροφάδας φασὶν αὐτὰς κεκλῆσθαι καθὸ ἐπιστραφέντες αὐτόθι ηὔξαντο τῷ Διϊ´ καταλαβεῖν τὰς Ἁρπυίας. κατὰ δὲ Ἡσίοδον καὶ Ἀντίμαχον καὶ Ἀπολλώνιον οὐ κτείνονται. αἱ Πλωταὶ νῆσοι μετωνομάσθησαν Ξτροφάδες: μέμνηται αὐτῶν καὶ Αντίμαχος ἐν τῇ Λύδῃ. Ἀγηνορίδης Φινεὺς: Ἀγήνορος γὰρ παίς ἐστιν, ὡς Ἑλλάνικος: ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας: ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμαχος καὶ Φερεκύδης φασίν. Σήσαμοι καὶ Ἐρυθῖνοι: χωρία Παφλαγονίας: οὓς Ἐρυθίνους φησὶν Ἀντίμαχος διὰ τὴν ἐρυθρότητα καὶ διὰ τῂν τοιαύτην χροιάν. Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ, ὅτι τοὺς Σολύμους ἀνεῖλε Βελλεροφόντης θεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν. ἐκ Σολύμων: τῆς Κιλικίας εἰσίν: ὅθεν καὶ οἱΣόλυμοι ὠνομάσθησαν ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Καλχηδονίας, ὡσἈντίμαχος λέγει. καὶ περὶ τὸν Εὐλέα δὲ ποταμόν, οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως: ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος Δημήτριος δ ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωϊκοῦ Διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι. ἀβολήτωρ: . . Ἀντίμαχος Ιἀχίνῃ: τοὶ δ ἄρα οἱ ἀβολήτορες ἄνδρες ἐάσιν: οὕτως Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. ἀντὶ τοῦ μάρτυρες συνηλλακότες καὶ συντυχόντες. οὕτως εἰς τὸν Διογενιανόν. σοῦσα: σχοινία: Ὁμήρου: σοῦσονὅπλον: Ἀντιμάχου: ἐν δ ἱστὸν θῆκεν, λαίφεσι δὲ λινέοις σοῦς ἐτίθει παντοῖα θεὰ πόδας ἠδὲ κάλωας, ἐν δ ὑπέρας στρεπτὰς ὅπλα τε πάντα νέως. οστραξ. βερολ. 12605 π. Χαρίτων: Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. π. τοῦ φάρος: κτλ. οὕτως ἐν τοῖς ἀντιγράφοις εἴρηται: ἀεὶ φάρεος χατέουσὶν ἑκόντες. ηδν. π. μ. λ. 2. 36. 31 ἰστέον δὲ ὅτι εὑρίσκονται καὶ ἄλλα ἰαμβικὰ μὴ ἔχοντα ἐ εὐθείας τὸ τ καὶ εἰς τὴν ου δίφθογγον ἔχοντα τὴν γενικήν: εἰσὶ δὲ ταῦτα: . . . Πύδης Πύδου ὄνομα ποταμοῦ ὡς παρὰ Ἀντιμάχῳ: κὰδ δὲ Πύδην τε ῥέοντα τοῦτο δὲ ἐναντίως ἔκλινεν ὁ Ἀντίμαχος: ὅτε μὲν γὰρ ἰαμβικόν ἐστιν ἰσοσυλλάβως αὐτὸ κλίνει ὡς ἐπὶ τῆς λεχθείσης χρήσεως, ὅτε δὲ σπονδειακόν ἐστι, περιττοσυλλάβως αὐτὸ κλίνει οἱο῀ν: Πύδητος κούρη τηλεκλειτοῦ ποταμοῖο Εἰσκονιανοί οἱ Ἐφέσιοι, ὡς Ἀντίμαχος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기