호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήμασι Λυσάνδρεια διαγωνισαμένων ἐ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα. Πλάτων δὲ νέος ὢν τότε καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ, βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο, τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν. μικρὸν δὲ τῆς εἰρήνης ὕστερον ἐτελεύτησε Δαρεῖος ὁ τῆς Ἀσίας βασιλεύς . . καθ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος ὁ Ἀθηναῖός φησιν ἠνθηκέναι. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτοῦ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωϊκὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον, τὸ δὲ φιλάνθρωπον, τὸ δὲ περισσόν . . ὁ δὲ περισσὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, κτλ. Ἀντίμαχος: Κολοφώνιος, υἱὸς Ὑπάρχου, γραμματικὸς καὶ ποιητής . . . ἀκουστὴς Στησιμβρότου: γέγονε δὲ πρὸ Πλάτωνος. ταύτης δὲ τῆς αὐστηρᾶς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταί . . διαφέροντες τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιϊᾴ Πίνδαρος, ἐν δὲ τραγῳδίᾳ Αἰσχύλος, ἐν δ ἱστορίᾳ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. Ἀντίμαχος δ εὐτονίας ἐφρόντισε καὶ ἀγωνιστικῆς τραχύτητος καὶ τοῦ συνήθους τῆς ἐξαλλαγῆς. τὸ Λακωνίζειν οὐ τοῦτό ἐστιν ὅπερ οἰεί, ὀλίγας συλλαβὰς γράφειν, ἀλλὰ περὶ πλείστων ὀλίγας. οὕτως ἐγὼ καὶ βραχυλογώτατον Ὅμηρον λέγω καὶ πολὺν τὸνἈντίμαχον. Ἡρακλείδης γοῦν ὁ Ποντικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμοῦντων Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε, καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός. καὶ γὰρ εἰ τεχνικόν ἐστι παρά τινι τῶν ποιητῶν ὕψος, πολὺ τὸ μεμηχανημένον ἔχει καὶ στομφῶδες, μεταφοραῖς χρώμενον ὡς τὰ πολλά, καθάπερ τὸ Ἀντιμάχειον. ὅτι δὲ διαβέβληται τὸ παχὺ σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ: διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη: λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν. Ἀσκληπιάδου: Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα: τῶν δ ἀπὸ Κόδρου σεμνοτέρη πασῶν εἰμι δί Ἀντίμαχον. τίς γὰρ ἔμ οὐκ ἠείσε· τίς οὐκ ἀνελέξατο Λύδην, τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου· ἔστι δὲ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλαῖς λέξεσιν αὐτοῦ κέχρηται: διὸ καὶ ἐν ἐνίοις δωρίζει. καθάπερ γὰρ ἡ μὲν Ἀντιμάχου ποίησις καὶ τὰ τοῦ Διονυσίου ζωγραφήματα, τῶν Κολοφωνίων, ἰσχὺν ἔχοντα καὶ τόνον ἐκβεβιασμένοις καὶ καταπόνοις ἐοίκε, ταῖς δὲ Νικομάχου γραφαῖς καὶ τοῖς Ὁμήρου στίχοις μετὰ τῆς ἄλλης δυνάμεως καὶ χαρίτος πρόσεστι τὸ δοκεῖν εὐχερῶς καὶ ῥᾳδίως ἀπειργάσθαι, οὕτως κτλ. ἀνεγνώσθη Ἀγαθαρχίδου Ἱστορικόν: ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι . . ἀλλὰ καὶ Ἐπιτομὴν συντάξαι τῆς Ἀντιμάχου Λύδης. Λογγῖνος ὁ Κάσσιος: φιλόσοφος . . . ἦν δὲ ἐπὶ Αὐρηλιανοῦ τοῦ Καίσαρος . . . ἔγραψε . . . Λέξεις Ἀντιμάχου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기