- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Κριτίου?, Ἔπων

(작자 미상, 비가, Κριτίου, Ἔπων)

π. ἔρωτος: ὃν ὁ σοφὸς ὑμνῶν ἀεί ποτε Ἀνακρέων πᾶσίν ἐστι διὰ στόματος: λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε: Τὸν σὲ γυναικείων μελέων πλέξαντά ποτ ᾠδὰς ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον: οὔποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται: ἔστ ἂν ὕδωρ οἴνῳ συμμειγνύμενον κυλίκεσσιν παῖς διαπομπεύῃ προπόσεις ἐπιδέξια νωμῶν, παννυχίδας θ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ ἡ χαλκοῦ θυγατὴρ ἐ ἄκραισι καθίζῃ κοττάβου ὑψηλὴ κορυφαῖς Βρομίου ψακάδεσσιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION