- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Κριτίου?, other

(작자 미상, 비가, Κριτίου, other)

Κριτίας δὲ οὕτως τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει: Κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα: εἶτα δ ὄχος Σικελός, κάλλει δαπάνῃ τε κράτιστος. Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους μαλλὸν <ἄριστον> ἔχει Μίλητός τε Χίος τ ἔναλος πόλις Οἰνοπίωνος, Τυρσήνη δὲ κρατεῖ χρυσότυπος φιάλη, καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ: Φοίνικες δ εὑρ῀ον γράμματ ἀλεξίλογα, θήβη δ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη: φορτηγοὺς δ ἀκάτους Κᾶρες, ἁλὸς ταμίαι. τὸν δὲ τροχοῦ γαίης τε καμίνου τ ἔκγονον εὑρ῀εν κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. προπόσεις δὲ τὰς γινομένας ἐν τοίς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι: δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς Ἐλεγείοις: καὶ τόδ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι, πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηδ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου ἄγγεα Λυδὴ χεὶρ εὑρ῀ Ἀσιατογενής, καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλῃ: εἶτ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους, σῶμά τ ἀμαυρότερον τεύχουσιν: πρὸς δ ὄμματ ἀχλὺς ἀμβλωπὸς ἐφίζει: λῆστις τ ἐκτήκει μνημοσύνην πραπίδων: νοῦς δὲ παρέσφαλται: δμῶες δ ἀκόλαστον ἔχουσιν ἦθος: ἐπεισπίπτει δ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον ὥστε φρέν εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν, εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα: τοιαύτη τε πόσις σώματί τ ὠφέλιμος γνώμῃ τε κτήσει τε: καλῶς τ εἰς ἔργ Ἀφροδίτης πρός θ ὕπνον ἡρ´μοσται τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τῆς Εὐσεβίης γείτονα Σωφροσύνην. ἑξῆς τε πάλιν φησίν: αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦς εἰς τὸν ἅπαντα χρόνον: ἡ Λακεδαιμονίων δὲ δίαιθ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς: οὐκ ἔστ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ ἀμέτροισι πότοις. π. συνεκφωήσεως: ἐν δὲ τοῖς ἔ῀πεσι σπανίως: ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην Ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα: φησὶ γάρ: καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις: οὐ γάρ πως ἦν τοὔνομ ἐφαρμόζειν ἐλεγείῳ: νῦν δ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως. τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνῄσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις: γνώμη δ ἥ σε κατήγαγ, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε: σφραγὶς δ ἡμετέρης γλώσσης ἐπὶ τοῖσδεσι κεῖται. ἔτι τοίνυν Γοργίας μὲν ὁ Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο: Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς Ἐλεγείαις εὔχεται: πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου. π. φιλοπονίας καὶ μελέτης καὶ ὅτι ἀσύμφορον τὸ ὀκνεῖν: Κριτίου: ἐκ μελέτης πλείους ἢ <κ> φύσεως ἀγαθοί. ὅπερ Χείλωνι ἀνατιθέασιν, ὡς Κριτίας: Ἦν Λακεδαιμόνιος Χείλων σοφός, ὃς τάδ ἔλεξε: "Μηδὲν ἄγαν: καιρῷ πάντα πρόσεστι καλά.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION