호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας: κτλ. Πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ ἀντιλέγειν, οὐκέτι τοῦτ ἐν ἔθει: καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός: "Σοὶ μὲν ταῦτα δοκοῦντ ἔστω, ἐμοὶ δὲ τάδε. τοὺς ξυνετοὺς δ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας. Εὐήνου: Βάκχου μέτρον ἄριστον ὃ μὴ πολὺ μηδ ἐλάχιστον: ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης. χαίρει κιρνάμενος τρισὶ Νύμφαις τέτρατος αὐτός: τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος: εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν ἔρωτας, βαπτίζει δ ὕπνῳ γείτονι τοῦ θανάτου. π. τοῦ δοκεῖν καὶ τοῦ εἶναι: Εὐηνοῦ: ἡγοῦμαι σοφίας εἶναι μέρος οὐκ ἐλάχιστον ὀρθῶς γιγνῴσκειν οἱο῀ς ἕκαστος ἀνήρ. π. τόλμης: Εὐήνου: πρὸς σοφίᾳ μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστιν, χωρὶς δὲ βλαβερὴ καὶ κακότητα φέρει. π. ὀργῆς: Εὐήνου: πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψεν κρυπτόμενον, μανίας πουλὺ χερειότερον. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν: ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷ <α νέοι> ἄνθρωποι πλημμελούντων ἐπεῖδον: ὥστ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὡς ἐπέγραψεν: ἢ δέος λύπη παῖς πατρὶ πάντα χρόνον. ἀλλ ὅμως οὐ παύονται παῖδας τρέφοντες, μάλιστα δ οἱ παίδων ἥκιστα δεόμενοι. ἀδικίας δέ ἐστιν εἴδη τρία: ἀσέβεια, πλεονεξία, ὕβρις . . ὕβρις δέ, καθ ἢν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν εἰς ὄνειδος ἄγοντες ἑτέρους: ὅθεν καὶ Εὐήνος περὶ αὐτῆς λέγει: . . . . <ὕβρις,> ἥτις κερδαίνους οὐδὲν ὅμως ἀδικεῖ. τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν, ὥσπερ καὶ Εὐήνός φησι: πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ ἀνιαρὸν ἔφυ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기