호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτυχον γὰρ προσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισταῖς πλείω ἢ σύμπαντες οἱ ἄλλοι, Καλλίᾳ τῷ Ἱππονίκου: τοῦτον οὖν ἀνηρόμην -- ἐστὸν γὰρ αὐτῷ δύο ὑεῖ --: ". . . Τίνα αὐτοῖν ἐν νῷ ἔχεις ἐπιστάτην λαβεῖν· "τίς τῆς τοιαύτης ἀρετῆς, τῆς ἀνθρωπίνης τε καὶ πολιτικῆς, ἐπιστήμων ἐστίν· ". . "ἢ οὔ· ἦ δ ὅς. "καὶ ποδαπός, καὶ πόσου διδάσκει· "ὦ Σώκρατες, Πάριος, πέντε μνῶν. ΦΑΙΔΡΟΣ καὶ ΣΩΚΡΑΤΗΣ: ΣΩ. λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς. -- ΦΑΙ. Καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις . . -- ΣΩ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὑρ῀εν καὶ παρεπαίνους -- οἱ δ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν -- σοφὸς γὰρ ἁνήρ. Εὐήνος: Ὑπερείδης ἐν τῷ Κατ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητάς, ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ Περὶ Χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι: γνωρίζεσθαι δέ φησιν τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων. καὶ οὐδὲ αὕτη σοι ἡ Ἀσπασία τῷ Σωκράτει ἀρκεῖ διδάσκαλος, ἀλλ ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσχομάχον τὰ γεωργικά, παρά τε Θεοδώρου τὰ γεωμετρικά. Φίλιστος: Ναυκρατίτης ἢ Συρακόσιος . . μαθητὴς δὲ ἦν Εὐηνοῦ τοῦ ἐλεγειοποιοῦ. ὃς πρῶτος κατὰ τὴν ῥητορικὴν τέχνην ἱστορίαν ἔγραψε. τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ἐπιτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος, ἐτύμως κεκλημένον κάμηλος οἱονεὶ κάμμηρος, ὥς φησιν Εὐήνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς. ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνῴσκεις καὶ Εὐήνον. οὐδὲν ἀπολώλεκας·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기