호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τψͺκίδιον· ὁρῶ. τί οὖν τοῦτ ἐστὶν ἐτεόν, ὦ πάτερ· ψυχῶν σοφῶν τοῦτ ἐστὶ φροντιστήριον ἐνταῦθ ἐνοικοῦς ἄνδρες οἳ τὸν οὐρανὸν λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεὺς κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ ἄνθρακες. οὗτοι διδάσκους, ἀργύριον ἤν τις διδῷ, λέγοντα νικᾶν καὶ δίκαια κἄδικα. ταῦτα δὲ πρότερος Κρατῖνος ἐν Πανόπταις δράματι περὶ Ἵππωνος τοῦ φιλοσόφου κωμῳδῶν αὐτὸν λέγει. τοῦ δὲ Ἵππωνος καὶ αὐτοῦ ὡς ἀσεβοῦς γενομένου μέμνηται ὁ Κρατῖνος. Ἵππων δὲ ὁ Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ, γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον. οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτού῀ ὁ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον: κτλ. Ἵππωνος δ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων τῶν τὸ ὕδωρ ἀρχὴν εἶναι οἰομένων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기