- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Ἐμπεδοξλέους?, section

(작자 미상, 비가, Ἐμπεδοξλέους, section)

Ἐμπεδοκλῆς: Μέτωνος, οἱ δὲ Αρχινόμου, οἱ δὲ Ἐξαινέτου . . ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτινος ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφων Ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. <εἰσὶν δ> οἳ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος δὲ φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθ´ Ὀλυμπιάδα . . στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐπὶ τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατασχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρός, ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα: καὶ οὕτως ἀπώλετο τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός . . γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι ἐπῶν Περὶ Φύσεως τῶν Ὄντων βιβλία β´ καὶ ἔστιν ἔπη ὡς δισχίλια, Ιἀτρικὰ καταλογάδην καὶ ἄλλα πολλά. τοὺς δὲ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ.

상위

Elegy and Iambus, Volume I (비가)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION