호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τᾧ δ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος μέγα πρεσβεύων Διόνυσος φησιν Ιὤν ὁ Χῖος ἐν τοῖς Ἐλεγείοις: ἁὕτη γὰρ κτλ. . . . . ἡμετέρῳ δὲ χορῷ οἶνος φυρσοφόρος, μέγα, πρεσβεύων Διόνυσος: αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων, ᾗ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσς οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπορέξατο πήχει αἰθέρος, ὀφθαλμῶν δ ἐξέθορον πυκινοὶ παῖδες φωνήεντες, ὅταν πέσῃ ἄλλος ἐ ἄλλῳ, πρὶν δὲ σιωπῶσιν, παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται ποτὸν ὄλβιον ἀνθρώποισιν ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές: τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροίτε: τῶν < δ> ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν. τοῦ σὺ πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν εὐθύμων συμποσίων πρύτανι, χαῖρε: δίδου δ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων, πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. καὶ Ιὤν δ ὁ Χῖός φησιν: χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε: ἡμῖν δὲ κρητῆρ οἰνοχόοι φέραπες κιρνάντες προχέοιεν ἐν ἀργυρέαις: ὁ δὲ χρυσὸς οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος. σπένδοντες δ ἁγνῶς Ἡρακλέϊ τ Ἀλκμήνῃ τε Προκλέϊ Περσείδαις τ ἐκ Διὸς ἀρχόμενοι πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δ ἄρχε φιλοφροσύνης: ὅντινα δ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πιέτω. π. τόνου: ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῷ ὀνόματι οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα, καθάπερ Τέρπανδρος καὶ Ιὤν. ὁ μὲν γάρ φησιν: . . ὁ δέ: Ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα εἰς συμφωνούσας Ἁρμονίας τριόδους, πρὶν μέν ς ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι . . π. φερεκύδου: Ιὤν δ ὁ Χῖος περὶ αὐτοῦ φησιν: ὣς ὁ μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν. ὅτι εἴρηται ἀρρενικῶς . . ὁ ὀρίγανος . . Ιὤν: αὐτὰρ ὅ γ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει. ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον, ὧν καὶ Ιὤν ὁ Χῖος περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων: τήν ποτε Θησεϊ´δης ἔκτισεν Οἰνοπίων π. Ιὤνος: καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις. ὁ δὲ ποιητὴς Ιὤν μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων: ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσώμενον ἐν ταῖς συμπεριφοραῖς. ἀλλ Ιὤνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν . . .
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기