- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Ιὤνος τοῦ Χίου?, section

(작자 미상, 비가, Ιὤνος τοῦ Χίου, section)

Ιὤν ὁ Χῖος: ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβ´ Ὀλυμπιάδος. διθυράμβων καὶ τραγῳδίας καὶ μελῶν ποιητής. . ἔγραψε δὲ καὶ Κωμῳδίας καὶ Ἐπιγράμματα καὶ Παιᾶνας καὶ Ὕμνους καὶ Σκόλια καὶ Ἐγκώμια καὶ Ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ <Χίου> Κτίσις καὶ Κοσμολογικὸς καὶ Ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασι δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγῳδίαν ἀγωνισάμενον ἐν τῇ Ἀττικῇ νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις. Ιὤν Χῖος: τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρφονένους, ἐπίκλησιν δὲ Ξούθου.

상위

Elegy and Iambus, Volume I (비가)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION