호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰσχύλου: εἰς ἑτέρους προμάχους Θεσσαλῶν: Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους: ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν. ἀποθανόντα δὲ Αἱ᾿σχύλον Γελῷοι πολυτελῶς ἐν τοῖς δημοσίοις μνήμασι θάψαντες ἐτίμησαν μεγαλοπρεπῶς ἐπιγράψαντες οὕτω: Αἰσχύλον κτλ. αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας: ἀλκὴν δ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος. ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἦττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν ποιήσας: Ἀλλ Ἀλέξανδρος . . ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ τὸν Αἰσχύλον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기