호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰσχύλος ὁ τραγικὸς γένει μέν ἐστιν Ἀθηναῖος, Ἐλευσίνιος τῶν δήμων, υἱὸς Εὐφορίωνος, Κυνεγείρου ἀδελφός, ἐξ εὐπατριδῶν τὴν φύσιν: νέος δὲ ἤρξατο τῶν τραγῳδιῶν, καὶ πολὺ τοὺς πρὸ ἑαυτοῦ ὑπερῆρε κατά τε τὴν ποίησιν καὶ τὴν διάθεσιν τῆς σκηνῆς, τήν τε λαμπρότητα τῆς χορηγίας, καὶ τὴν σκευὴν τῶν ὑποκριτῶν, τήν τε τοῦ χοροῦ σεμνότητα, ὡς καὶ Ἀριστοφάνης: ἀλλ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ καὶ κοσμήσας τραγικὸν λῆρον. συνεχρόνισε δὲ Πινδάρῳ, γεγονὼς κατὰ τὴν ξγ´ Ὀλυμπιάδα . . . . ἐβίωσε δὲ ἔτη ξθ´, ἐν οἷς ἐποίησε δράματα ό, καὶ ἐπὶ τούτοις σατυρικὰ ἀμφὶ τὰ πέντε: νίκας δὲ τὰς πάσας εἴληφε τρισκαίδεκα, οὐκ ὀλίγας δὲ μετὰ τελευτὴν νίκας ἀπηνέγκατο. 48 ἀφ οὗ ἡ ἐν Μαραθῶνι μάχη ἐγένετο Ἀθηναίοις πρὸς τοὺς Πέρσας Ἀρταφέρνην τε τὸν Δαρείου ἀδελφιδοῦν καὶ Δᾶτιν στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, ἔτη ΗΗΔΔΓΙΙ, ἄρχοντος Ἀθήνησιν τοῦ δευτέρου Φαινιππίδου: ᾗ ἐν μάχῃ συνηγωνίσατο Αἰσχύλος ὁ ποιητὴς ἐτῶν ὢν ΔΔΔΓ. ἀφ οὗ Αἰσχύλος ὁ ποιητὴς τραγῳδίᾳ πρῶτον ἐνίκησε . . ἔτη ΗΗΔΔΙΙ, ἄρχοντος Ἀθήνησι Φιλοκράτους. ἀφ οὗ Αἰσχύλος ὁ ποιητὴς βιώσας ἔτη ΓΔΓΙΙΙΙ ἐτελεύτησεν ἐν Γέλᾳ τῆς Σικελίας ἔτη ΗΓΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ προτέρου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기