호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὀ`ν πάσης θυμηδίας: νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες: πλεκτοὺς δ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει: κρητὴρ δ ἕστηκεν μεστὸς ἐϋφροσύνης: ἄλλος δ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις ἄνθεος ὀσδόμενος: ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἱήσι, ψυχρὸν δ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν: πάρκεινται δ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη: βωμὸς δ ἄνθεσιν ἂν τὸ μέσον πάντη πεπύκασται λμολπὴ δ ἀμφὶς ἔχει δώματα καὶ θαλίη: χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις: σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν -- ταῦτα γὰρ ὦν ἐστὶ προχειρότερον -- οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ ἄνευ προπόλου μὴ πάνυ γηραλέος. ἀνδρῶν δ αἰνέω τοῦτον, ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ, ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ ἀρετῆς: οὔτε μάχας διέπει Τιτήνων οὔτε Γιγάντων, οὐδέ <τι> Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στάσιας σφεδανάς: τοῖς οὐδὲν χρηστὸν ἔνεστι: θεῶ ν <δὲ> προμηθείην αἰὲν ἔχειν ἀγαθόν. καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι: πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει: κτλ. ταῦτ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου Ἐλεγείων Ξενοφάνους οὕτως: ἀλλ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇς ἐν Ὀλυμπίῃ, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ δεινὸν ἀέθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσίν κ εἰή κυδρότερος προσορᾶν, καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο, καί κεν σῖτ εἰή δημοσίων κτεάνων ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἰή: εἴτε καὶ ἵπποισιν, ταῦτα κε πάντα λάχοι, οὐκ ἐὼ ν ἄξιος, ὥσπερ ἐγώ: ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ ἵππων ἡμετέρη σοφίη: ἀλλ εἰκῆ μάλα ταῦτα νομίζεται: οὐδὲ δίκαιον προκρίνειν ῥώμην ἠγαθέης σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη, οὔτ εἰ πενταθλεῖν, οὔτε παλαισμοσύνην, λοὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τό πέρ ἐστι πρότιμον ῥώμης ὅσς ἀνδρῶν ἔργ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἰή: σμικρὸν δ ἄν τι πόλει χάρμα γένοιτ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ ὄχθας: οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλιος. Κολοφώνιοι δ, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν: ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ἠΐσαν εἰς ἀγορὴν παναλουργέα φάρἐ ἔχοντες οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν, αὐχαλέοι χαίτῃσιν ἀγαλμένοι εὐπρεπέεσσιν ἀσκητοῖς <τ> ὀδμὴν χρίμασι δευόμενοι. οὕτω δ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. ἔθος δ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ ὃ τὸν οἶνον. Ξενοφάνης: οὐδὲ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέα ς, ἀλλ ὕδωρ καὶ καθύπερθε μέθυ. καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. . . Ἀριστοφάνης Πλούτῳ δευτέρῳ: . . . καὶ Ξενοφάνης δ ὁ Κολοφώνιος ἐν τοῖς Ἐλεγείοις φησί. πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ ἀπολήξει ἔστ ἄν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν. περὶ δὲ τοῦ ἄλλοτ ἄλλον αὐτὸν Πυθαγόραν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή: Νῦν αὖτ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον. ὃ δὲ περὶ αὐτοῦ φησιν, οὕτως ἔχει: καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος: Παῦσαι μηδὲ ῥάπιζ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀϊών. καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. π. Ξενοφάνους: μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν: ἤδη δ ἑπτά τ ἐάσι καὶ ἑξήκοντ ἐνιαυτοὶ βληστρίζοντες ἐμὴν φροντίδ ἀν Ἑλλάδα γῆν: ἐκ γενετῆς δὲ τότ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς, εἴπερ ἐγὼ περὶ τῶνδ οἶδα λέγειν ἐτύμως. γῆρας: ἡ μετοχὴ γηρείς . . . ἡ γενικὴ γηρέντος ὥσπερ τιθέντος: Ξενοφάνης: ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος ετ. μαγ. ϝετ. εἴτε φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα . . . εἴτε Λυδοί, καθά φησι Ξενοφάνης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기