- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Φωκυλίδου?, Ἔπων

(작자 미상, 비가, Φωκυλίδου, Ἔπων)

ὅτι χρήστας ὁ Ἀριστοφάνης τοὺς δανειστὰς λέγει: . . . φωκυλίδης ἐν μὲν τοῖς αὑτοῦ ποιήμασι κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ, λέγων οὕτως: <καὶ τόδε φωκυλίδεω>: χρήστης κακοῦ ἔμμεναι ἀνδρὸς φεύγειν, μή σέ γ ἀνιήσῃ παρὰ καιρὸν ἀπαιτέων. σξη. αρ. νυβ. 240 ψόγος γυναικῶν, ἔτι καὶ περὶ γάμου: φωκυλίδου: Καὶ τόδε Φωκυλίδεω: τετόρων ἀπὸ τῶνδε γένοντο φῦλα γυναικείων: ἡ μὲν κυνός, ἡ δὲ μελίσσης, ἡ δὲ συὸς βλοσυρῆς, ἡ δ ἵππου χαιτηέσσης: εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη: ἡ δὲ συὸς βλοσυρῆς οὔτ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή: ἡ δὲ κυνὸς χαλεπή τε καὶ ἄγριος: ἡ δὲ μελίσσης οἰκονόμος τ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι: ἧς εὔχευ, φίλ ἑταῖρε, λαχεῖν γάμον ἱμερόεντα. στοβ. φλ. 73. 60 ὅτι οὐκ ἀεὶ τοῖς εὐγενέσι καὶ χρηστοῖς τῶν πατέρων ἐοίκε τὰ τέκνα: φωκυλίδου: Καὶ τόδε Φωκυλίδεω: τί πλέον γένος εὐγενὲς εἶναι οἷς οὔτ ἐν μύθοις ἕπεται χάρις οὔτ ἐνὶ βουλῇ· στοβ. φλ. 87. 2 οὕτως, ἔφην, καὶ τῆς τοῦ φωκυλίδου ποιήσεως ἔξεστί σοι λαβεῖν δεῖγμα ἐν βραχεῖ. καὶ γάρ ἐστιν οὐ τῶν μακράν τινα καὶ συνεχῆ ποίησιν εἰρόντων, ὥσπερ ὁ ὑμέτερος μίαν ἑξῆς διέξεισι μάχην ἐν πλείοσιν ἢ πεντακισχιλίοις ἔπεσιν, ἀλλὰ κατἁ δύο καὶ τρία ἔπη αὐτῷ καὶ ἀρχὴν ἡ ποίησις καὶ πέρας λαμβάνει, ὥστε καὶ προστίθησι τὸ ὄνομα αὐτοῦ καθ ἕκαστον διανόημα, ἅτε σπουδαῖον καὶ πολλοῦ ἄξιον ἡγούμενος, οὐχ ὥσπερ Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως ὠνόμασεν αὑτόν: τῇ τοιαύτῃ γνώμῃ καὶ ἀποφάσει· Καὶ τόδε Φωκυλίδεω: πόλις ἐν σκοπέλῳ κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. γογγυσμὸς καὶ γογγύζειν: ταῦτα ἀδόκιμα μὲν οὐκ ἔστιν, ἰακὰ δέ: φωκυλίδην γὰρ οἶδα κεχρημένον αὐτῷ τὸν Μιλήσιον, ἄνδρα παλαιὸν σφόδρα: Καὶ τόδε Φωκυλίδεω: χρή τοι τὸν ἑταῖρον ἑταίρῳ φροντίζειν ἅσς ἂν περιγογγύζωσι πολῖται. π. γεωργίας ὅτι ἀγαθόν: Χρηϊ´ζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ: ἀγρὸν γάρ τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι. στοβ. φλ. 56. 6 ἐκ τῶν φωκυ ίδου: Νυκτὸς βουλεύειν, νυκτός δέ τοι ὀξυτέρη φρὴν ἀνδράσιν: ἡσυχίη δ ἀρετὴν διζημένῳ ἐσθλή. οριον αντη. ι. 22 π. τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον ἀλλὰ τῷ τρόπῳ: ἐκτὸς γὰρ ἔργου πᾶς λόγος περιττός: φωκυλίδου: Πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες, σὺν κόσμῳ στείχοντες ἐλαφρόνοοί περ ἐόντες. στοβ. φλ. αππ. π. 157 μ τὸ γοῦν φιλοσοφεῖν βέλτιον τοῦ χρηματίζεσθαι, ἀλλ οὐχ αἱρετώτερον τῷ ἐνδεεῖ τῶν ἀναγκαίων. Δίζησθαι βιοτήν, ἀρετὴν δ ὅταν ᾖ βίος ἤδη. αριστ. τοπ. 3. 118α. 10 . . . κατὰ γὰρ τὸν φωκυλίδην: σξη. αδ αριστ. τοπ. 3. 118α. 10. π. 275 βεκ ὁ δὲ φωκυλίδης ἔφη: χρὴ δ ἐν συμποσίῳ κυλίκων περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. π. τῶν μέσων: καὶ σῴζονται δ ἐν ταῖς πόλεσιν οὗτοι μάλιστα τῶν πολιτῶν. οὔτε γὰρ αὐτοὶ τῶν ἀλλοτρίων ὥσπερ οἱ πένητες ἐπιθυμοῦσιν, οὔτε τῆς τούτων ἕτεροι καθάπερ τῆς τῶν πλουσίων οἱ πένητες ἐπιθυμοῦσιν: καὶ διὰ τὸ μήτ ἐπιβουλεύεσθαι μήτ ἐπιβουλεύειν ἀκινδύνως διάγουσιν. διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδης: Πολλὰ μέσοισιν ἄριστα: μέσος θέλω ἐν πόλει εἶναι. αριστ. πολ. 1295β. 28 κινδυνεύει καὶ φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων: χρὴ παῖδ ἔτ ἐόντα καλὰ διδασκέμεν ἔργα. πλυτ. πυερ. εδυξ. 5 . . . ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας . . . οὐ γὰρ μόνον, ὥς φησι φωκυλίδης: Πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν: ἀλλὰ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι . . . πλυτ. ρατ. αυδ. 18 ἔτι πρὸς τοῖσδε φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν τοὺς δὲ φαύλους . . παρίστησιν: ἀλλ ἄρα δαίμονές εἰσιν ἐπ ἀνδράσιν ἄλλοτε ἄλλοι, οἱ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι . . . ξλεμ. αλ. στρ. 5. 725 καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη . . καὶ παροιμιαζόμενοί φάμεν: ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶς ἀρετὴ νί. αριστ. ετη. νιξ. 1129 β 27 τοῦτο Θεόγνιδος: εἴρηται δὲ οὕτως: : χώραν μέντοι παροιμίας ἐπέχει: καὶ μέμνηται αὐτῆς ὡς παροιμίας Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ Ἠθῶν, ἐν δὲ τῷ πρώτῶ τῶν Ἠθικῶν ὡς Φωκυλίδου αὐτῇς μέμνηται: καὶ ἴσως καὶ Φωκυλίδης αὐτῇ ἐχρήσατο: ἢ καὶ ὁμοίως ἀμφότεροι χρῶνται Φωκυλίδης καὶ Θέογνις τούτῳ: σξη. αδ αριστ. ετη. νιξ. 1129 β 27. π. 210 ηεψλ.

상위

Elegy and Iambus, Volume I (비가)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION