- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Φωκυλίδου?, section

(작자 미상, 비가, Φωκυλίδου, section)

Φωκυλίδης: Μιλήσιος, φιλόσοφος, σύγχρονος Θεόγνιδος. ἦν δὲ ἑκάτερος μετὰ χμζ´ ἔτη τῶν Τρωικῶν, Ὀλυμπιάδι γεγονότες νθ´. ἔγραψεν ἔπη καὶ ἐλεγείας, παραινέσεις ἤτοι γνώμας: ἅς τινες Κεφάλαια ἐπιγράφουσιν: εἰσὶ δὲ ἐκ τῶν Σιβυλλιακῶν κεκλεμμένα. μέμψαιτο δ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιϊαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλίαν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν . . . ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν. πλυτ. ρατ. αυδ. 13 ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου: ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτῷ τὴν ποίησιν ἀφροντιστὶ πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ καὶ Περίανδρος ὁ Κορίνθιος ἐλεγειοπιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι <τελείους> τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς <μήτε> ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἴσως δέ τινα τῶν ἄλλων ποιητῶν καὶ δημοτικὰ λέγοιτ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθαπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος . . . τὴν δέ γε Ὁμήρου ποίησιν κτλ. σήμειον δ ἄν τις ποιήσαιτο τὴν Ἡσιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν: καὶ γὰρ τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῷ βίῳ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ἢ ταῖς ἐκείνων ὑποθήκαις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION