- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Κλεοβουλίνης?, Αἰνιγμάτων

(작자 미상, 비가, Κλεοβουλίνης, Αἰνιγμάτων)

πολλοὶ δὲ <τῶν> γρίφων καὶ τοιοῦτοί τινές εἰσιν, οἱο῀ν: Ἄνδρ εἶδον πυρὶ χαλκὸν ἐπ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. τοῦτο δὲ σημαίνει σικύας προσβολήν. >π. δικαίου καὶ ἀδίκου: ἐπὶ δὲ τὰς τέχνας τρέψομαι καὶ τὰ τῶν ποιητῶν. ἐν γὰρ τραγῳδοποϊᾴ καὶ ζωγραφίᾳ ὅστις <κα> πλεῖστα ἐξαπατῇ ὅμοια τοῖς ἀληθινοῖς ποιέων, οὗτος ἄριστος. θέλω δὲ καὶ ποιημάτων παλαιοτέρων μαρτύριον ἐπαγαγέσθαι. Κλεοβουλίνης: Ἄνδρ εἶδον κλέπτοντα καὶ ἐξαπατῶντα βιαίως, καὶ τὸ βίᾳ ῥέξαι τοῦτο δικαιότατον. ανον. απ. διελς ϝορσοκρ. 2. 339. 27 π. Σκυθῶν: "Πάνυ μὲν οὖν ἔφη γ῾λώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δ οἱ Ἕλληνες οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν. εἶπεν ἑἰδείης, ὦ ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη πρὸς τὸν φρύγιον αὐλὸν ᾐνίξατο: Κνήμῃ νεκρὸς ὄνος με κερασφόρῳ οὐᾶς ἔκρουσεν: ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον ὀστέον παρέχεται. πλυτ. σεπτ. σαπ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION