- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Κλεοβουλίνης?, section

(작자 미상, 비가, Κλεοβουλίνης, section)

τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς καὶ Κορνηλίας τῆς Σκιπίωνος, καὶ ὅσαι ἐγέενοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως. πλυτ. ξονι. πραεξ. 48 ὁ δ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τῆν κόμην ταῖς χερσὶ διακρίνουσα. "ποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς ᾖ τὴν ὄψιν ἡμῖν μηδ ἄγριος. "καὶ περιβόητον ἀγνοεῖς Εὔμητιν· "οὕτω γὰρ ταύτην ὁ πατὴρ αὐτός, οί δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην. "τῆς κόρης ἐπαινεῖς: "καὶ γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπ αὐτῆς διῖκται. εἶπεν ὁ Θαλῆς: "τούτοις γὰρ ὥσπερ ἀο ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας. "ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον. ὁ Νειλόξενος ἔφη: "καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς: "Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως· "σώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, ᾧ χρῶνται Σκύθαι περὶ τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. "καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα καὶ φιλοφρονεῖσθαι μανθάνουσάν τι καὶ προσδιαλεγομένην. πλυτ. σεπτ. σαπ. 3 Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης. π. γρίφων: ἀλλ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὁ ὁρ´ος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη ἡ Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν. . . . Ἄλεξις ἐν Κλεοβουλίναις. παροψωνεῖν δ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως.

상위

Elegy and Iambus, Volume I (비가)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION