- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Κλεοβούλου?, Ἐπίγραμμα καὶ Αἴνιγμα

(작자 미상, 비가, Κλεοβούλου, Ἐπίγραμμα καὶ Αἴνιγμα)

Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ: ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν: ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν δὲ τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι δὲ αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν Αἴσματα καὶ Γρίφους εἰς ἔπη τρισχίλια. >καὶ τὸ Ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι: Χαλκέη παρθένος εἰμί, Μίδεω δ ἐπὶ σήματι κεῖμαι: ἔστ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, ἠέλιος δ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐνὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τεθάπται. φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί: "Τίς κεν αἰνήσειε νόῳ πινυτὸς Λίνδου ναέταν Κλεόβουλον ͺ ἀενάοις ποταμοῖσιν ἄνθεσί τ εἰαρινοῖς ͺ ἀελίου τε φλογὶ χρυσέας τε σελάνας ͺ καὶ θαλασσαίαισι δίναις ἀντία θέντα μένος στάλας· "ͺ ἅπαντα γάρ ἐστι θεῶν ἥσσω: "λίθον δὲ ͺ καὶ βρότεοι παλάμαι θραύοντι: "μωροῦ φωτὸς ἅδε βουλά. οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα. φέρεται δὲ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον: Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα: τῶν δὲ ἑκάστῳ κοῦραι δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι: αἱ μὲν λευκαὶ ἐάσιν ἰδεῖν, αἱ δ αὖτε μέλαιναι: ἀθάνατοι δέ τ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι. ἔστι δὲ ὁ ἐνιαυτός . . . ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα: καὶ αὐτῷ ἐπεγράφη: "Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ ͺ ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

상위

Elegy and Iambus, Volume I (비가)

목록

  • section
  • Ἐπίγραμμα καὶ Αἴνιγμα?
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION