호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
>π. Σόλωνος: πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν: ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην· συμμαρτυροίη ταῦτ ἂν ἐν δίκῃ χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, γῆ μέλαινα, τῆς ἐγώ ποτε ὁρ´ους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δ Ἀθήνας πατρίδ εἰς θεόκτιτον ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δ ἀναγκαίης ὕπο χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ Ἀττικὴν ἱέντας ὡς ἂν πολλαχῇ πλανωμένους, τοὺς δ ἐνθάδ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους, ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κρατέειν ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην. θεσμοὺς δ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην ἔγραψα. κέντρον δ ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον: εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖθις δ ἃ τοῖσιν οὑτέρᾳ φρασαίατο πολλῶν ἂν ἀνδρῶν ἥδ ἐχηρώθη πόλις. τῶν οὕνεκ ἀλκὴν πάντοθεν κυκεύμενος ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος. καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων: δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ νῦν ἔχουσιν οὔποτ ὀφθαλμοῖσιν ἂν εὕδοντες εἶδον: ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες, αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο: εἰ γάρ τις ἄλλος τῆσδε τῆς τιμῆς τύχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδ ἐπαύσατο, πρὶν ἀναταράξας πῖαρ ἐξεῖλεν γάλα: ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίω: ὁρ´ος κατέστην. τὴν δ ἄνω βουλὴν ἐπίσκοπον πάντων καὶ φίλακα τῶν νόμων ἐκάθισεν, οἰόμενος ἐπὶ δυσὶ βουλαῖς ὥσπερ ἀγκύραις ὁρμοῦσαν ἧττον ἐν σάλῳ τὴν πόλιν ἔσεσθαι καὶ μᾶλλον ἀτρεμοῦντα τὸν δῆμον παρέξειν. [ ᾠόμην δ ὅτι βουλαῖν ἐπὶ δυοῖν ὥσπερ ἀγκύραις πόλις ὁρμοῦς ἂν ἧσσον ἐν σάλῳ γίγνοιτ ἄρα καὶ μᾶλλον ἀτρεμοῦντα τὸν δῆμον σχέθοι. ] πλυτ. σολ. 19. 1 γοῦρος ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ιἄμβοις φησίν: πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια οἱ δ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμειγμένους γούρους φακοῖσι: κεῖθι δ οὔτε πεμμάτων ἄπεστιν οὐδ ἕν, ἅσσα τ ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα γ ἀφθόνως πάρα. π. θυείας: καὶ ἴγδιν δὲ αὐτὴν κεκλήκασι Σόλων τε ἐν τοῖς Ιἄμβοις λέγων: σπεύδουσι δ οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον, οἱ δ ὄξος. ἔτι καὶ νῦν κόκκωνα οἱ πολλοὶ λέγουσιν ὀρθῶς: καὶ γὰρ Σόλων ἐν τοῖς ποιήμασιν οὕτω χρῆται: κόκκωνας ἄλλος, ἅτερος δὲ σήσαμα ἐκ τῶν τοῦ Σόλωνος Ἐλεγείωνπαραινετική: ἀρχῶν ἄκουε καὶ δίκαια κἄδικα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기