- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Σόλονος?, πρὸς Φῶκον

(작자 미상, 비가, Σόλονος, πρὸς Φῶκον)

ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων: εἰ δὲ γῆς ἐφεισάμην πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου οὐ καθηψάμην, μιάνας καὶ καταισχύνας κλέος, οὐδὲν αἰδεῦμαι: πλέον γὰρ ὧδε νικήσειν δοκέω πάντας ἀνθρώπους. ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν. ἃ δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως: Οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ: ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο: περιβαλὼν δ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα δίκτυον, θυμοῦ θ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς: ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν, ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος. ταῦτα τοὺς πολλοὺς καὶ φαύλους περὶ αὐτοῦ πεποίηκε λέγοντας. οὐ μὴν ἀπωσάμενόν γε τὴν τυραννίδα τὸν πρᾳότατον ἐχρήσατο τρόπον τοῖς πράγμασιν, οὐδὲ μαλακῶς οὐδ ὑπείκων τοῖς δυναμένοις οὐδὲ πρὸς ἡδονὴν τῶν ἑλομένων ἔθετο τοὺς νόμους: πρὸς τὸ ἄριστον. [μηδὲ συγχέας ταράξας παντάπασι τὴν πόλιν ἀσθενέστερος γένωμαι τοῦ καταστῆσαι πάλιν καὶ συναρμόσασθαι. ] πλυτ. ϝιτ. σολ. 14 π. Σόλωνος: καὶ πάλιν δ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων: οἳ δ ἐφ ἁρπαγαῖσιν ἦλθον ἐλπίδ εἶχον ἀφνεάν, κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, καὶ με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ ἐφράσαντο, νῦν δέ μοι χολουμένοι λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον, οὐ χρεών: ἃ μὲν γὰρ εἶπα σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ οὐ μάτην ἐέρδον, οὐδέ μοι τυραννίδος ἥνδανεν βίᾳ τι ῥέζειν, οὐδὲ πιείρας χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν. καὶ ὡς ἐψεύδετο δεδήλωται . . . σὺ δ εἰδὼς τὸν Σόλωνα καὶ νῦν ὃν ἀνθ ἡμῶν αἰτιᾶσθαι δίκαιον οὐκ ἀγνοεῖς. ὃν <γὰρ> ἀνθ ἡμῶν δίκαιον αἰτιᾶσθ οὐκ ἀγνοεῖς. λιβαν. επ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION