- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Μιμνέρμου?, other works

(작자 미상, 비가, Μιμνέρμου, other works)

π. Ἀφροδίτης: Μιμνέρμου: τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης, τεθναίην ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, οἷ ἥβης ἄνθ εα γίγνεται ἁρπαλέα ἀνδράσιν ἠδὲ γυναιξίν: ἐπεὶ δ ὀδυνηρὸν ἐπέλθῃ γῆρας, ὅ τ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐδ αὐγὰς προσορῶν τέρπεται ἠελίου, ἀλλ ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν, οὕτως ἄργαλέον γῆρας ἔθηκε θεός. στοβ. φλ. 63. 16 π. τοῦ βίου, ὅτι βραχὺς καὶ εὐτελὴς καὶ φροντίδων ἀνάμεστος: Μιμνέρμου: ἡμεῖς δ οἱά῀ τε φύλλα φύει πολυανθέος ὡρ´ῃ ἐά ρος, ὅτ αἶψ αὐγῇς αὔξεται ἠελίου, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα πρὸς θεῶν εἰδότες οὔτε κακὸν οὔτ ἀγαθόν: Κῆρες δὲ παρεστήκασι μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ ἑτέρη θανάτοιο: μίνυνθα δὲ γίγνεται ἥβης καρπός, ὅσον τ ἐπὶ γῆν κίδναται ἠέλιος: αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὡρ´ης, αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος: πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίγνεται: ἄλλοτε οἶκος τρυχοῦται, πενίης δ ἔργ ὀδυνηρὰ πέλει: ἄλλος δ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Αἰ¨´δην: ἄλλον νοῦσος ἔχει θυμοφθόρος: οὐδέ τίς ἐστιν ἀνθρώπων ᾧ Ζεὺς μὴ κακὰ πολλὰ διδῷ. στοβ. φλ. 98. 13 ψόγος γήρως Μιμνέρμου: τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὡρ´η, οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος. στοβ. φλ. 98. 116. 1 ψόγος γήρως: Μιμνέρμου Ναννοῦς: Τιθωνῷ μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον ὁ Ζεὺς γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου. στοβ. φλ. 33 ψόγος γήρως: Μιμνέρμου Ναννοῦς: [αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς, πτοιῶμαι δ ἐσορῶν ἄνθος ὁμηλικίης τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι: ] ἀλλ ὀλιγοχρόνιος γίγνεται ὥσπερ ὄναρ ἥβη τιμήεσσα: τὸ δ ἀργαλέον καὶ ἄμορφον γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ ὑπερκρέμαται ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ ἄγνωστον τιθεῖ ἄνδρα, βλάπτει δ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν. στοβ. φλ. 34 π. ἀληθείας· Μιμνέρμου Ναννοῦς: ἀληθείη δὲ παρέστω σοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον. στοβ. φλ. 11. 1 προσμυθοποιεῖ δὲ ὁ ποιητὴς τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπ ἐκείνου τοῦ πλοῦ. ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης: εἰ δ, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ιἄσονα καὶ κομίσαι τὸ δέρος, οὔτ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθ ὁ δί ἐρήμων καὶ ἀοίκων καὶ καθ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτ ἔνδοξος οὔτε πασιμέλων: οὐδέκοτ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ιἤσων ἐξ Αἰής, τελέσας ἀλγινόεσσαν ὁδόν, ὑβριστῇ Πελίῃ τελέων χαλεπῆρες ἀέθλον, οὐδ ἂν ἐπ Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον: καὶ ὑποβάς, Αἰήταο πόλιν, τόθι τ ὠκέος Ηἐλίοιο ἀκτῖνες χρυσέῳ κείαται ἐν θαλάμῳ Ὠκεανοῦ παρὰ χείλες, ἵν ᾤχετο θεῖος Ιἤσων. Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου. λέγει δ οὕτως: Ηἔλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα οὐδέ κοτ ἄμπαυσις γίγνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπεὶ ῥοδοδάκτυλος Ηὢς Ὠκεανὸν προλιποῦς οὐρανὸν εἰσαναβῇ: τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνὴ κοιϊ´λη, Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ ὕδωρ εὕδονθ ἁρπαλέως χώρου ἀφ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα οἱ θοὸν ἁρ´μα καὶ ἵπποι ἑστᾶς, ὄφρ Ηὢς ἠριγένεια μόλῃ: ἐνθ ἐπεβήσεθ ἑῶν ὀχέων Ὑπερίονος υἱός. Κολοφῶνα δὲ κτίζει Ἀνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ. ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον ἐν ᾧ νῦν ἐστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων: ἐκβαλόντες δ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους: ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον: καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί: αἰπὺ δ ἐπεί τε Πύλου Νηληϊού ἄστυ λιπόντες ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα, ἐς δ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες ἑζόμεθ ἀργαλέης ὕβριος ἀγρεμόνες, κεῖθεν δ ἀλσήεντος ἀπορνύμενοι ποταμοῖο θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα. π. Σόλωνος: φασὶ δ αὐτὸν καὶ Μιμνέρμου γράψαντος: Αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνῶν ἑξηκονταέτη μοῖρα κίχοι θανάτου: ἐπιτιμῶντα αὐτῷ εἰπεῖν: Ἀλλ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο, ͺ μηδὲ μέγαιρ ὅτι σεῦ λῶον ἐπεφρασάμην, ͺ καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ ἀείδε: Ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου. Μιμνέρμου: [μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς μήτε τιν ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,] τὴν σαυτοῦ φρένα τέρπε: δυσηλεγέων δὲ πολιτῶν ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ. αντη. παλ. 9. 50 Μίμνερμος δὲ ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας. π. ἀνδρείας: Μιμνέρμου: οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν τοῖον ἐμεῦ προτέρων πεύθομαι, οἵ μιν ἴδον Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην: τοῦ μὲν ἄρ οὔκοτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη δριμὺ μένος κραδίης, εὖθ ὅ γ ἀνὰ προμάχους σεύαιθ, αἱματόεντος ἐν ὑσμίνῃ πολέμοιο πικρὰ βιαζόμενος δυσμενέων βέλεα: οὐ γάρ τις κείνου δηίων ἔπ ἀμεινότερος φὼς ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς ἔργον, ὅτ αὐγῇσιν φέρετ εἴκελος ἠελίοιο. στοβ. φλ. 7, 12 βάξις . . σημαίνει τὴν φήμην καὶ τὴν ῥῆσιν, Μίμνερμος: καί μιν ἐπ ἀνθρώπους βάξις ἔχει χαλεπή: ανδ ἀργαλέης αἰεὶ βάξιος ἑέμενοι ετ. μαγ. 187. 47 Παίονας ἱπποκορυστάς: ἱπποκορυστάς: Μίμνερμος: Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων σξη. ιλ. 16. 287 ὁ δὲ Δημήτριος ὁ Σκήψιος κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας Τρωϊκοῦ Διακόσμου Δαίτην ἡρ´ωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον. ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις . . . Μίμνερμος εἴκοσι καὶ Πίνδαρος τοσούτ; ους. αελ. ϝ. η. 12. φάσκοντας. πλυτ. φαξ. λυν. 19 Μίμνερμος δὲ φησι τὴν μὲν Ἰσμήνην προσομιλοῦσαν Θεοκλυμένῳ ὑπὸ Τυδέως κατὰ Ἀθηνᾶς ἐγκέλευσιν τελευτῆσαι. αργ. σοπη. αντ. Τροιζηνία ἡ Ἀφροδίτη . . . ἡ δὲ Αφροδίτη καθώς φησι Μίμνερμος, ὑπὸ Διομήδους τρωθεῖσα παρεσκεύασε τὴν Αἰγιάλειαν πολλοῖς μὲν μοιχοῖς κοιμηθῆναι, ἐρασθῆναι δὲ Ἱππολύτου καὶ Κομήτου υἱοῦ Σθενέλου. τοῦ δὲ Διομήδους παραγενομένου εἰς τὸ Ἄργος, ἐπιβουλεῦσαι αὐτῷ, τὸν δὲ καταφυγόντα εἰς βωμὸν τῆς Ἥρας διὰ νυκτὸς φυγεῖν σὺν τοῖς ἑταίροις καὶ ἐλθεῖν εἰς Ἰταλίαν πρὸς Δαῦνον βασιλέα, ὅστις αὐτὸν δόλῳ ἀνεῖλεν. τζ. λψξ. 610 Ἄριστα κτλ. φησὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γιγνομένους ἄρσενας ἐπήρουν ἢ σκέλος ἢ χεῖρα περιελόμεναι: πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι, ἔλεγον ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ οὐ λελωβημένοις: ἀποκριναμένη δὲ πρὸς αὐτοὺς ἡ Ἀντιάνειρα, ἡγεμὼν τῶν Ἀμαζόνων, εἶπεν: ἄριστα χωλὸς οἰφεῖ: μέμνηται τῆς παροιμίας Μίμ <ν> ερμος. ξοδ. ατηεν. 1083 παροεμ. απ. κυγέας σιτζ. βεριξητε βαψ. ακαδ. 1910. 4. π.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION