호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μίμνερμος: Λιγυρτιάδου, Κολοφώνιος ἢ Σμυρναῖος ἢ Ἀστυπαλαιεύς, ἐλεγειοποιός. γέγονε δὲ ἐπὶ τῆς λζ Ὀλυμπιάδος, ὡς προτερεύειν τῶν ζ σοφῶν. τινὲς δὲ αὐτοῖς καὶ συγχρονεῖν λέγουσιν. ἐκαλεῖτο δὲ καὶ Λιγυαστάδης, διὰ τὸ ἐμμελὲς καὶ λιγύ. ἔγραψε βιβλία ταῦτα πολλά. π. Κολοφῶνος: ἄνδρες δ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης . . . λέγει δὲ Πίνδαρος καὶ Πολύμναστον . . . καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Μίμνερμος δέ, τὸν ἡδὺν ὃς εὑρ´ετο πολλὸν ἀνατλὰς ἦχον καὶ μαλακοῦ πνεῦμ ἀπὸ πενταμέτρου, καίετο μὲν Ναννοῦς, πολιῷ δ ἐπὶ πολλάκι λωτῷ κημωθεὶς κώμους εἶχε σὺν Ἐξαμύῃ, ἤχθεε δ Ἑρμόβιον τὸν ἀεὶ βαρὺν ἠδὲ Φερεκλῆν ἐχθρόν, μισήσας οἷ ἀνέπεμψεν ἔπη. ηερμεσιαναχ απ. ατη. 13. 597 φ. φησὶ Πολέμων: ὅτι ἦν τις περὶ αὐτοὺς παρῳδούς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ: . . . ἀρχαιῶν ἦν ὅδ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος, Μιμνέρμου δ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ Τῄῳ τε πότης ἴσος. . . ατη. 15. 699ξ νῦν δὲ τὸ μὲν Τελχῖνες ἐπιτρύζουσιν ἀεικὲς νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι, εἵνεκεν οὐχ ἓν ἀείσμα διηνεκές, ἢ βασιλῆας κλῄσας, ἐν πολλαῖς ἤνυσα χιλιάσιν, ἢ ἀρχαίους ἡρ´ωας, ἔπος δ ἐπὶ τυτθὸν ἑλίσσω παῖς ἅτε: τῶν δ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη. φημὶ δὲ καὶ Τελχῖσιν ἐγὼ τόδε: Φῦλον ἀΐδρι, μοῦνον ἑὸν τήκειν ἧπαρ ἐπιστάμενον, ἤν, ἔξοιδ ἄρ ἐὼνὀλιγόστιχος: ἀλλὰ καθέλκει δρῦν πολὺ τὴν μακρὴν ὄμπνια Θεσμοφόρος, τοῖν δὲ δυοῖν Μίμνερμος ὅτι γλυκὺς αἱ κατὰ λεπτὸν ὧδε μὲν, ἡ μεγάλη δ οὐκ ἐδίδαξε γυνή ξαλλιμ. αιτια οχ. παπ. 2079 ἐδίδαξαν αἱ κατὰ λεπτόν: οὐκ ἐδίδαξεν ἡ μεγάλη. λέγει ὅτι γλυκὺς ὁ Μίμνερμος. ὧδε: οὕτως: ἡδὺς ἐν τοῖς μικροῖς. σξηολ. αδ αιτια οχ. παπ. 2079, μιλνε βριτ. μυς. λιτ. παπ. 181. 11 Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστου Μιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου: συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ ἕκτον ἑκάστου, Ἡλιόδωρ, εἴπας, ὅστις ἐρῶν ἔτυχεν: ἕβδομον Ἡσίοδου, τὸν δ ὄγδοον εἶπον Ὁμήρου, τὸν δ ἔνατον Μουσῶν, μνημοσύνης δέκατον. μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι: τἄλλα δ ἔρωτος νήφοντ οἰνωθέντ οὐχὶ λίην μ ἄραρεν. ποσειδιππυς απ. αντη. παλ. 12. 168 καὶ ἄλλος δ ἐστὶν ἀρχαῖος νόμος καλούμενος Κραδίας, ὅνφησιν Ἱππῶναξ Μίμνερμον αὐλῆσαι. ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳδοὶ ᾖδον: τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων γραφὴ ἡ Περὶ τοῦ Μουσικοῦ Ἀγῶνος. πλυτ. μυς. 8 Χαμαιλέων δὲ ἐν τῷ Περὶ Στησιχόρου καὶ μελωδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσίοδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. ηορ. επ. ι. 6. 65 ηορ. επ. ιι. 2. 99 πορπηψριο αδ επ. . ιι. 2.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기