- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Τυρταίου?, Εὐνομίας

(작자 미상, 비가, Τυρταίου, Εὐνομίας)

. . . ηρας τε λίθων κα . . . . μυιάων ἀδινῶν ἔθνεσιν εἰδομ; ένους. τοὺς μὲν ἕλεν βροτολοιγὸς Ἄρης ἀκ; όρητος ἀϋτῆς σὺν μάχῃ εὐθείῃ, τοὺς δ ὑπὲρ ἄκρα βάλεν. ἡμεῖς οὖν πάρνοψιν ἐοικότες ἢ γεράνοισιν στείχωμεν κοίλῃς ἀσπίσι φραξά; μ; ενοι, χωρὶς Πάμφυλοί τε καὶ Ὑλλεῖς ἠδὲ Δυμᾶνες ἀνδροφόνους μελίας χερσὶν ἀνασχόμενοι. οὕτω δ ἀθανάτοισι θεοῖς ἐπὶ πάντα τιθέντες ἱερῷ ἀτερμονίῃ πεισόμεθ ἡγεμόνι. ἀλλ εὐθὺς σύμπαντες ἀλοιησεῦμεν ἁμαρτῆ ἀνδράσιν αἰχμηταῖς ἐγγύθεν ἱστάμενοι: δεινὸς δ ἀμφοτέρων ἔσται κτύπος ἀντιτιθεντων ἀσπίδας εὐκύκλους ἀσπίσι τυπτομένας, αἰνὰ δ ἀϋτήσουσιν ἐ ἀλλήλοισι πεσόντες, ὤσαντες δ ἀνδρῶν στήθεσιν ἀμφὶ δόρυ: κοὐδὲνͺ ἐρωήσουσιν ἐρεικόμενοι βελέεσσιν, ἀλλ ὑπὸ χερμαδίων βαλλόμεναι μεγάλων ἀκλινέες κ; όρυθες καν; α; χὴν ἕξουσιν ἀρῄην. παπ. απ. σιτζ. βερ. δ. πρευσς. ακαδ. δ. ωισς. 1918. 729 φρ. β ξολ. 1 3 Διωνύσοιο τιθήνην καλλικόμου Σεμέλης ἀεθλοφόροι περὶ νίκης τέρμ ἐπιδερκόμενοι ἐϋ´τροχον ἁρ´μα φέροντες όμενοι ἐπισσεύοντας ὀπίσσω χαίτα0ς ὑπὲρ κεφαλῆς συνοίσομεν ὀξὺν Ἄρηα θεσι; ν; ο οὐδὲ λογήσει ς; ἔχων π. Τυρταίου: καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν Εὐνομίαν: αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης, Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν: οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα. ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις . . ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱ δὲ εὐπορῶσι: καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμον. δῆλον δὲ καὶ τοῦτο ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας. θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν. αριστ. πολ. 5. 6. 2 τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος. ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφότων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν: Αἱ᾿ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν, τοῦτ ἔστι μὴ κυροῦν, ἀλλ ὅλως ἀφίστασθαι καὶ διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον, ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων: Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ ἔνεικαν μαντείας τε θεοῦ καὶ τελέεντ ἔπεα: ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου: ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, πρεσβυγενέα ς τε γέροντας: ἔπειτα δὲ δημότας ἄνδρας εὐθείαις ῥήτραις ἀνταπαμειβομένους μυθεῖσθαί τε τὰ καλὰ καὶ ἑρ´δειν πάντα δίκαια μηδέ τι βουλεύειν τῇδε πόλει <σκολιόν>, δήμου δὲ πλήθει νίκην καὶ κάρτος ἕπεσθαι: Φοῖβος γὰρ περὶ τῶν ὧδ ἀνέφηνε πόλει. πλυτ. ϝιτ. λψξ . 6 ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον: "ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἀλλὸ δὲ οὐδέν: "ͺ ὧδε γὰρ ἀργυρότοξος -- ἀνέφηνε πόλει. οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ: μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα: "Ἡμετέρῳ . . εὐρύχορον. ἡμετέρῳ βασιλῆϊ, θεοῖσι φίλῳ Θεοπόμπῳ, ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον, Μεσσήνην ἀγαθὴν μὲν ἀροῦν, ἀγαθὴν δὲ φυτεύειν, ἀμφ αὐτὴν δ ἐμάχοντ ἐννεακαίδεκ ἔτη νωλεμέως αἰεί, ταλασίφρονα θυμὸν ἔχοντες, αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες: εἰκοστῷ δ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. ἀφικόμενος Τυρταῖος . . εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: "Μεσσήνην . . φυτεύειν. σξη. πλατ. λεγγ. ι. 629 α Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν: "ἀμφ αὐτὴν . . ὀρέων. ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους Τυρταίῳ πεποιημένα ἐστίν: ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς ἥμισυ παντὸς ὅσον καρπὸν ἄρουρα φέρει. ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε: δεσπότᾶς οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, εὖτε τιν οὐλομένη μοῖρα κίχοι θανάτου. πλεονάκις δ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι: τὴν δὲ δευτέραν, καθ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις. π. στρατιωτῶν: ἀναγκάζουσι γὰρ οἱ κύριοι . . , καὶ οἱ προστάττοντες κἂν ἀναχωρῶσι τύπτοντες τὸ αὐτὸ δρῶσι, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες: πάντες γὰρ ἀναναγκάζουσι: δεῖ δ οὐ δί ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλ ὅτι καλόν. αριστ. ετη. νιξ. 1116α. 36 ὡς παρ Ηροδότῳ Πέρσαι: ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις Ἕλλησιν ἐμάχοντο. κτλ. : τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν: τοιαύτην γάρ τινα μάχην, ὅτε πρὸς Μεσσηνίους ἐπολέμουν, ἐμαχέσαντο, ἧς καὶ Τυρταῖος μνημονεύει. ανον. αδ αριστ. ετη. νιξ. 1116α. 36, π. 164 ηεψλ. πρὸς Ἀθηναίους π. τῶν προγόνων: οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες, ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς πολεμίους. καίτοι εἰ τοῖν ἀφ Ηρακλέους γεγενημένοιν οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ τοὺς παρ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε, πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν· τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον, ἀλλ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς. κατέλιπεν γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν: καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες, περὶ τοῦτον οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δ ἐστι καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵν ἐπίστησθε οἱᾶ ποιοῦντες εὐδοκίμουν παρ ἐκείνοις: τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον. τὴν δ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστ ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίῃ τ ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρησμοσύνῃ τ εἴκων καὶ στυγερῇ πενίῃ, αἰσχύνει τε γένος, κατὰ δ ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δ ἀτιμίη καὶ κακότης ἕπεται. εἰ δέ τοι οὕτως ἀνδρὸς ἀλωμένου οὐδεμἴ ὤρη γίγνεται οὔτ αἰδὼς οὔτ ὄπις οὔτ ἔλεος, θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα καὶ περὶ παίδων θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρᾶς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτ ἀνδράσι μαρνάμενοι: τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ ἐλαφρά, μὴ καταλείποντες φεύγετε γηπετέας: αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντ ἄλκιμον ἐν κονίῃ, αἱματόεντ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα -- αἰσχρὰ τά γ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν -- καὶ χρόα γυμνωθέντα: νέῳ δέ τε πάντ ἐπέοικεν ὄφρ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ: ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξίν, ζωὸς ἐών, καλὸς δ ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών. λψξυργ. λεοξρ. 107 π. πολέμου: Τυρταίου: ἀλλ Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἔστε, θαρσεῖτ: οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει: μηδ ἀνδρῶν πληθὺν δειμαίνετε μηδὲ φοβεῖσθε, ἰθὺς δ ἐς προμάχους ἀσπίδ ἀνὴρ ἐχέτω, ἐχθρὰν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας κῆρας <ὁμῶς> αὐγαῖς ἠελίοιο φίλας. ἴστε γὰρ Ἀρῆος πολυδακρύου ἔργ ἀϊ´δηλα, εὖ δ ὀργὴν ἐδάητ ἀργαλέου πολέμου, καὶ θαμὰ φευγόντων τε διωκόντων τε γέγευσθε, ὦ νέοι, ἀμφοτέρων δ ἐς κόρον ἠλάσατε. οἳ μὲν γὰρ τολμῶσι παρ ἀλλήλοισι μένοντες ἔς τ αὐτοσχεδίην καὶ προμάχους ἰέναι, παυρότεροι θνῄσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω: τρεσσάντων δ ἀνδρῶν πᾶς ἀπόλωλ ἀρετή: οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, ὅσς, ἢν αἰσχρὰ πάθῃ, γίγνεται ἀνδρὶ κακά. ἁρπαλέον γὰρ ὄπισθε μετάφρενός ἐστι δαϊ´ζειν ἀνδρὸς φεύγοντος δηϊῴ ἐν πολέμῳ, αἰσχρὸν δ ἐστὶ νέκυς κακκείμενος ἐν κονίῃσι νῶτον ὄπισθ αἰχμῇ δουρὸς ἐληλαμένος. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών, μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος: δεξιτερῇ δ ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος, κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς: ἑρ´δων δ ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν, μηδ ἐκτὸς βελέων ἑστάτω ἀσπίδ ἔχων. ἀλλὰ τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῷ ἢ ξίφειοὐτάζων δήϊον ἄνδρ ἑλέτω: καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ ἀσπίδοσἀσπίδ ἐρείσας, ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω, ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἑλών. ὑμεῖς δ ὦ γυμνῆτες, ὑπ ἀσπίδος ἄλλοθεν ἄλλος πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις, δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς, τοῖσι πανόπλοισι πλησίον ἱστάμενοι. στοβ. φλ. 50. 7 Οὔτ ἂν μνησαίμην οὔτ ἐν λόγῳ ἄνδρα τιθείμην οὐδὲ ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης, οὐδ εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε, νικῴη δὲ θέων Θρηϊ´κιον Βορέην, οὐδ εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἰή, πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον, οὐδ εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἰή, γλῶσσαν δ Ἀδρήστου μειλιχόγηρυν ἔχοι, οὐδ εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς: οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ, εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα καὶ δηίων ὀρέγοιτ ἐγγύθεν ἱστάμενος. ἥδ ἀρετή, τόδ ἀέθλον ἐν ἀνθρώποισιν ἄριστον κάλλιστόν τε φέρειν γίγνεται ἀνδρὶ νέῳ. ξυνὸν δ ἐσθλὸν τοῦτο πόληϊ τε παντί τε δήμῳ, ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται, ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος, θαρσύνῃ δ ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς. οὗτος ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ: αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας τρηχείας, σπουδῇ δ ἔσχεθε κῦμα μάχης: ὃς δ αὖτ ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμὸν ἄστυ τε καὶ λαοὺς καὶ πατέρ εὐκλεϊ´σας, πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος, τὸν δ ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες, ἀργαλέῳ δὲ πόθῳ πᾶσα κέκηδε πόλις: καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω: οὐδέποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ ὄνομ αὐτοῦ, ἀλλ ὑπὸ γῆς περ ἐὼν γίγνεται ἀθάνατος, ὅντιν ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσῃ: εἰ δὲ φύγῃ μὲν κῆρα τανηλεγέος θανάτοιο, νικήσας δ αἰχμῆς ἀγλαὸν εὖχος ἕλῃ, πάντες μιν τιμῶσιν ὁμῶς νέοι ἠδὲ παλαιοί, πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Αἰ¨´δην: γηράσκων δ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν >βλάπτειν οὔτ αἰδοῦς οὔτε δίκης ἐθέλει, πάντες δ ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ αὐτὸν εἴκους ἐκ χώρης οἵ τε παλαιότεροι. ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι πειράσθω θυμῷ, μὴ μεθιεὶς πολέμου. στοβ. φλ. 51. 1 λλ. 1 - 14 ἔπαινος τόλμης: Τυρταίου , 51. 5 λλ. 15 - 44 Τυρταίου , τηεογν. 1003 λλ. 13 - 16 π. Χρυσίππου: . . . ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἱο῀ν καὶ ὅταν ἐπαινῇ Τυρταῖον λέγοντα: αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν γαλ. ηιπποξρ. ετ πλατ. πλαξ. 3. 3 π. 274 μ καὶ τοῦ Τυρταίου τό: πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου πλυτ. στοιξ. ρεπυγν. 14 π. τὴν οι ἀντὶ βραχείας παραλαμβανομένην: εὑρίσκεται δ ἁπλῶς ἐν μέσῳ λέξεως κοινὴ καὶ ἐν παλιμβακχείῳ, ὡς καὶ παρὰ Τυρταίῳ ἡρ´οες οὕτως γὰρ ἔλαβε τὸν δεύτερον πόδα τοῦ στίχου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION