호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καλλίνου: π. τόλμης: μέχρις τεῦ κατάκεισθε· κότ ἄλκιμον ἕξετε θυμόν, ὦ νέοι· οὐδ αἰδεῖσθ ἀμφιπερικτίονας ὧδε λίην μεθιέντες· ἐν εἰρήνῃ δὲ δοκεῖτε ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει· καί τις ἀποθνῄσκων ὕστατ ἀκοντισάτω. τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι γῆς πέρι καὶ παίδων κουριδίης τ ἀλόχου δυσμενέσιν: θάνατος δὲ τότ ἔσσεται, ὁππότε κεν δὴ Μοῖραι ἐπικλώσως: ἀλλά τις ἰθὺς ἴτω ἔγχος ἀνασχόμενος καὶ ὑπ ἀσπίδος ἄλκιμον ἦτορ ἔλσας τὸ πρῶτον μειγνυμένου πολέμου: οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν ἄνδρ, οὐδ εἰ προγόνων ᾖ γένος ἀθανάτων. πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων >ἔρχεται, ἐν δ οἴκῳ μοῖρα κίχεν θανάτου: ἀλλ ὁ μὲν οὐκ ἔμπης δήμῳ φίλος οὐδὲ ποθεινός, τὸν δ ὀλίγος στενάχει καὶ μέγας, ἤν τι πάθῃ: λαῷ γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς θνῄσκοντος, ζώων δ ἄξιος ἡμιθέων: ὥσπερ γὰρ πύργον μιν ἐν ὀφθαλμοῖσιν ὁρῶσιν: ἑρ´δει γὰρ πολλῶν ἄξια μοῦνος ἐών. στοβ. φλ. 51. 19 Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος: καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς Δία λόγῳ: σμυρναίους δ ἐλέησον καὶ πάλιν: μνῆσαι δ εἴ κοτέ τοι μηρία καλὰ βοῶν <Σμυρναῖοι κατέκηαν. > ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος, ἐπὰν φῇ: νῦν δ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεγῶν: ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ. τρῆρες: Θράκιον ἔθνος: λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ:
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기