- 텍스트

Theocritus, Idylls, Παιδικά?

(테오크리토스, Idylls, Παιδικά)

Ωἴαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος: τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, μᾶκος μὲν μετρίω γ, ἀλλ ὁπόσον τῶ πέδα περρέχε τᾶς γᾶς τοῦτο χάρις: ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μ οὐκέτι, τάχα δ οὐδ ὅσον ὕπνω ᾿πιτύχην ἔσσετ ἐρωία: ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτ ἄμμε δι ὀφρύγων αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα. ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥ ρος ἐδράξατο, εἰς οἶκον δ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ <κέαρ δακών>. Πολλὰ δ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν: τί δὴ ταῦτα ποίης· ἀλοσύνας τί ἔσχατον ἔσσεται· λεύκας οὐκετ ἴσησθ ὅττι φορῇς ἐν κροτάφοις τρίχας· ὡρ῀ά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ. πάντ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. καὶ μὰν ἄλλο δε λάθει: τόδ ἄρ ἦς λώιον, ἔμμεναι ξέννον τῶν χαλεπῶν παιδὸς ἐράν<νω παράπαν πόθων> τῷ μὲν γὰρ βίος ἑρ´πει προγόνοις ἶς ἐλάφω θοᾶς, χαλάσει δ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. οὐδ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδ ὐμαλίκων μένει: τῷ δ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει ὀμμιμνασκομένῳ: πολλὰ δ ὄρη νυκτὸς ἐνύπνια, παύσασθαι δ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω. Ταῦτα χἅτερα πολλὰ προτ ἐμὸν θυμὸν ἐμεμψάμαν. ὁ δὲ τοῦτ ἔφατ: ὄττις δοκίμοι τὸν δολομάχανον νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα. καὶ νῦν, εἴτ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα ἕλκειν τὸν ζυγόν, εἴτ οὐκ ἐθέλω: ταῦτα γὰρ ὦγαθὲ βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον καὔτας Κυπρογενήας: ἔμε μάν, φύλλον ἐπάμερον, σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION