호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα: κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μ ἐθέλησθ ἀπὸ καρδίας. γινώσκω: τὸ γὰρ ἅμισυ τᾶς ζοϊάς ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω ἁμέραν: ὅτα δ οὐκ ἐθέλῃς τύ, μάλ ἐν σκότῳ. πῶς ταῦτ ἄρμενα, τὸν φιλέοντ ἀνίαις δίδων· ἀλλ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, ἄλλον δ αὔριον, ἐξ ἑτέρω δ ἕτερον μάτης: καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, τῷ δ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν. φίλη δ, ἇς κ ἔτ ἐῄς, τὸν ὕμοιον ἔχην ἀεί. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι ἐξ ἄστων: ὁ δέ τοί κ Ἔρος οὐ χαλέπως ἔχοι, ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι καὶ ῥύσοι, νεότατα δ ἔχην παλινάγρετον οὐκ ἔστι: πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεϊάν ἔχῃς, ἀλλάλοισι πελώμεθ Ἀχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, ἐν θύμῳ δὲ λέγῃς "τί με δαιμόνι ἐνόχλης· νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ ἔνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δ οὐδὲ καλεῦντος ἐπ αὐλεϊαίς θύραις προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기