호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλέα δεκάμηνον ἐόντα πόχ ἁ Μιδεᾶτις Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων: "Εὕδετ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, εὕδετ ἐμὰ ψυχά, δύ ἀδελφεώ, εὔσοα τέκνα: ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε. " ῾`Ως φαμένα δίνασε σάκος μέγα: τοὺς δ ἔλαβ ὕπνος. ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος Ὠρίωνα κατ αὐτόν, ὁ δ ἀμφαίνει μέγαν ὦμον, τᾶμος ἄρ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα. τὼ δ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω αἱμοβόρους ἐκύλιον: ἀπ ὀφθαλμῶν δὲ κακὸν πῦρ ἐρχομένοις λάμπεσκε, βαρὺν δ ἐξέπτυον ἰόν. ἀλλ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, καὶ τότ ἄρ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Ἀλκμήνας φίλα τέκνα, φάος δ ἀνὰ οἶκον ἐτύχθη. ἤτοι ὅγ εὐθὺς ἀύσεν, ὅπως κακὰ θηρί ἀνέγνω κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, φευγέμεν ὁρμαίνων: ὁ δ ἐναντίος εἴχετο χερσὶν Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. τὼ δ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν: ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Ἀλκμήνα δ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα: "᾿´Ανσταθ Ἀμφιτρύων: ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν: ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ· ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας· ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ ἀνδρῶν. " ῾`Ως φάθ. ὁ δ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας: δαιδάλεον δ ὡρ´μασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἀώρτο. ἤτοι ὅγ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. ἀμφιλαφὴς δ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας: δμῶας δὴ τότ ἀύσεν ὕπνον βαρὺν ἐκφυσῶντας: "Οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ ἐσχαρεῶνος ἑλόντες, δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ ὀχῆας. " "ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. " ῏Η ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. οἱ δ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι δμῶες: ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. ἤτοι ἄρ ὡς εἴδοντ ἐπιτίτθιον Ἡρακλῆα θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, συμπλήγδην ἰάχησαν: ὁ δ ἐς πατέρ Ἀμφιτρύωνα ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ ὑψόθι χαίρων κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα. Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα: Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπ ἀμνείαν θέτο χλαῖναν παῖδα, πάλιν δ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου. ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἀείδον: Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν, καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν, ἠνώγει. "μηδ εἴ τι θεοὶ νοέοντι πονηρόν, αἰδόμενος σύ με κρύπτε: καὶ ὣς οὐκ ἔστιν ἀλύξαι ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. ἀλλ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. " Τόσς ἔλεγεν βασίλεια: ὁ δ ἀνταμείβετο τοίως: "Θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. θάρσει: μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι Ἀλκμήναν ὀνομαστί, σέβας δ ἔσῃ Ἀργείαισι. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἡρ´ως, οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ. γαμβρὸς δ ἀθανάτων κεκλήσεται, οἳ τάδ ἐπῶρσαν κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. ἔσται δὴ τοῦτ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει. ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, κάγκανα δ ἀσπαλάθου ξύλ ἑτοιμάσατ ἢ παλιούρου ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὐο῀ν ἄχερδον: καῖε δὲ τώδ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί. ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι ἄστρεπτος: καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ πρᾶτον, ἔπειτα δ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ: Ζηνὶ δ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε. " Φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς. Ἡρακλέης δ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ ἐτρέφετ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος. γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἡρ´ως, τόξον δ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις. αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. ὅσσα δ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ ἐς γαῖαν προπεσόντες πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ, πάντ ἔμαθ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδ ἂν τηλόθι λεύσσων θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ ἐν ἀγῶνι: τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ. ἵππους δ ἐξελάσασθαι ὑφ ἁρ´ματι, καὶ περὶ νύσσαν ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατ ἀγώνων Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς δίφροι, ἐφ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας. δούρατι δὲ προβολαίῳ ὑπ ἀσπίδι ὦμον ἔχοντα ἀνδρὸς ὀρέξασθαι ξιφέων τ ἀνέχεσθαι ἀμυχμόν, κοσμῆσαί τε φάλαγγα λόχον τ ἀναμετρήσασθαι δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς ναῖε παρ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. Κάστορι δ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς ἄλλος ἐήν πρὶν γῆρας ἀποτρῖψαι νεότητα. ῟Ωδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. εὐνὰ δ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός: ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. εἵματα δ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기