호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ ἐφάβω, τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ ὁμοίω. μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει: πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. οἱᾶ δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, οὕτως πάντ ἐποίει ποτὶ τὸν φίλον: ἄγρια δ αὐτῷ χείλεα καὶ κῶραι δεινὸν βλέπος: εἶχε γὰρ ὄγκον: τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ ἀπὸ χρὼς ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως ἦν καλός: ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, ἀλλ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, καὶ κύσε τὰν φλιάν, οὕτω δ ἀνενείκατο φωνάν: "᾿´Αγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον: οὐκέτι πὰρ σὲ κῶρ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, οὐδ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον. καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει: καὶ τὸ ἰόν καλόν ἐστιν ἐν εἰάρι, καὶ ταχὺ γηρᾷ: λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ: ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ. καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ ὀλίγον ζῇ. ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον: ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν εἵματα καὶ κρύψόν με, τὸ δ αὖ πύματόν με φίλασον, κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς: οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον: ὦ φίλε κεῖσαι. ἢν δὲ θέλῃς, καὶ τοῦτο: καλὸς δέ μοι ὤλεθ ἑταῖρος. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω: "τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς, ἀλλὰ στὰς τόδε λέξον: ἀπηνέα εἶχεν ἑταῖρον. " ῟Ωδ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δ ἐπὶ τοίχω ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετ ἀπ αὐτῶν, τὰν λεπτὰν σχοινῖδα, βρόχον δ ἐνέβαλλε τραχήλῳ, τὰν ἕδραν δ ἐκύλισεν ὑπὲκ ποδός, ἠδ ἐκρεμάσθη νεκρός. ὁ δ αὖτ ὠίξε θύρας καὶ τὸν νεκρὸν εἶδεν αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδ ἐλυγίχθη τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλ ἐπὶ νεκρῷ εἵματα πάντ ἐμίανεν, ἐφαβικὰ βαῖνε δ ἐς ἄθλα γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε: λαϊνέας δὲ ἵστατ ἀπὸ κρηπῖδος ἐς ὕδατα: τῷ δ ἐφύπερθεν ἅλατο καὶ τὤγαλμα, κακὸν δ ἔκτεινεν ἔφαβον: νᾶμα δ ἐφοινίχθη: παιδὸς δ ἐπενάχετο σῶμα. χαίρετε τοὶ φιλέοντες: ὁ γὰρ μισῶν ἐφονεύθη. στέργετε δ οἱ μισεῦντες: ὁ γὰρ θεὸς οἶδε δικάζειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기