- 텍스트

Theocritus, Idylls, Ἁλιεῖς?

(테오크리토스, Idylls, Ἁλιεῖς)

Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος: οὐδὲ γὰρ εὕδειν ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, στρωσάμενοι βρύον αὐο῀ν ὑπὸ πλεκταῖς καλύβαισι, κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ: ἐγγύθι δ αὐτοῖν κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, μήρινθοι κώπα τε γέρων τ ἐπ ἐρείσμασι λέμβος: νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τ ἐπί σφι οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. οὐδεὶς δ οὐ σισύραν εἶχ οὐ λίνα: πάντα περισσά, πάντ ἐδόκει τήνοις: ἁ γὰρ πενία σφας ἔτειρε οὐδεὶς δ ἐν μέσσῳ γείτων: πενίᾳ δὲ παρ αὐτὰν θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἁρ´μα Σελάνας, τοὺς δ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. ψεύδοντ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. ἤδη μυρί ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. μὴ λαθόμην· τί τὸ χρῆμα· χρόνον δ αἱ νύκτες ἔχοντι. Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος· οὐ γὰρ ὁ καιρὸς αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον: ἀλλὰ τὸν ὕπνον ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. ἆρ ἔμαθες κρίνειν πόκ ἐνύπνια· χρηστὰ γὰρ εἶδον. οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ ᾧ νοῦς. ἄλλως καὶ σχολά ἐστι: τί γὰρ ποιεῖν ἂν ἔχοι τις κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, ἀλλ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ: φαντὶ γὰρ ἀγρυπνίαν τόδ ἔχειν. λέγε μοί ποτε νυκτὸς ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ. δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὡρ´ᾳ, εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ, εἶδον ἐμαυτὸν ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δ ἐδόκευον ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν. καί τις τῶν τραφερῶν ὠρέξατο: καὶ γὰρ ἐν ὕπνοις πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, τὸν κάλαμον δ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις. εἶθ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμ ἔνυξα, καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα. ἤνυσα δ ὦν τὸν ἀέθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, παντᾷ τοι χρυσῷ πεπυκασμένον: εἶχε δὲ δεῖμα, μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. ἠρέμα δ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν. καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, ὤμοσα δ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. ταῦτά με κἀξήγειρε, τὺ δ ὦ ξένε λοιπὸν ἔρειδε τὰν γνώμαν: ὁρ´κον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ. καὶ σύγε τί τρέσσεις· οὐκ ὤμοσας: οὐδὲ γὰρ ἰχθὺν χρύσεον ὡς ἴδες εὑρ῀ες, ἴσα δ ἦν ψεύδεσιν ὄψις, ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, εἰ γάρ πᾳ κνώσσων ἔτ ἐτώσια ταῦτα ματεύσεις, μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION