호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὐνείκα μ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μ ἐπικερτομέοισα τάδ ἔννεπεν: "ἔρρ ἀπ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν· οὐ μεμάθηκα ἀγροίκως φιλέειν, ἀλλ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδ ἐν ὀνείροις. οἱᾶ βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις: ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπ ἐμεῦ φύγε, μή με μολύνῃς. " τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς καὶ σοβαρόν μ ἐγέλαξεν. ἐμοὶ δ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἑρ´σᾳ. χἁ μὲν ἔβα με λιποῖσα: φέρω δ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον: οὐ καλὸς ἐμμί· ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε· καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ ἐπύκαζεν ὑπήναν, χαῖται δ οἱᾶ σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπ ὀφρύσι λάμπε μελαίναις: ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι: τὰ δ ἀστικά μ οὐκ ἐφίλασεν, ἀλλ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν: οὐκ ἔγνω δ, ὅτι Κύπρις ἐπ ἀνέρι μήνατο βούτᾳ καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν· οὐ βουκόλος· ὅν γε Σελάνα βουκολέοντα φίλασεν, ἀπ Οὐλύμπω δὲ μολοῖσα λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ ῾Ρέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης· Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατ ἄστυ μήτ ἐν ὄρει φιλέοις, μούνη δ ἀνὰ νύκτα καθεύδοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기