- 텍스트

Theocritus, Idylls, Ἐγκώμιον εἰς Πτολεμαῖον?

(테오크리토스, Idylls, Ἐγκώμιον εἰς Πτολεμαῖον)

Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς: ἀνδρῶν δ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω καὶ πύματος καὶ μέσσος: ὁ γὰρ προφερέστατος ἄλλων. ἡρ´ωες, τοὶ πρόσθεν ἀφ ἡμιθέων ἐγένοντο, ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν: αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν ὑμνήσαιμ: ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. τί πρῶτον καταλέξω· ἐπεὶ πάρα μυρία εἰπεῖν, οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. Ἐκ πατέρων οἱο῀ς μὲν ἐήν τελέσαι μέγα ἔργον Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἱό῀ς τε νοῆσαι. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ δέδμηται: παρὰ δ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. ἀντία δ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος: ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, ἀμφότεροι δ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα. τῷ καὶ ἐπεὶ δαίτηθεν ἰοί κεκορημένος ἤδη νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ ἀλόχοιο, τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις. οἱ δ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. οἱά δ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον: ὧδέ κε παισὶ θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης. ἀστόργου δὲ γυναικὸς ἐπ ἀλλοτρίῳ νόος αἰεί, ῥηίδιοι δὲ γοναί, τέκνα δ οὐ ποτεοικότα πατρί. κάλλει ἀριστεύουσα θεάων πότν Ἀφροδίτα, σοὶ τήνα μεμέλητο: σέθεν δ ἕνεκεν Βερενίκα εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, ἀλλά μιν ἁρπάξασα, πάροιθ ἐπὶ νῆα κατελθεῖν κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, ἐς ναὸν κατέθηκας, ἑᾶς δ ἀπεδάσσαο τιμᾶς. πᾶσιν δ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας. -- Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα Αἰακίδᾳ Πηλῆι, σὲ δ αἰχμητὰ Πτολεμαῖε αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ. ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν: ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ ἄρα πάντων νωδυνίαν κατέχευε μελῶν: ὁ δὲ πατρὶ ἐοικὼς παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ ὀλόλυξεν ἰδοῖσα, φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν: "᾿´Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων: ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν. " ἶσον καὶ ῾Ρήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων. ῾`Ως ἄρα νᾶσος ἐείπεν: ὁ δ ὑψόθεν ἔκλαγε φωνᾷ ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι αἰδοῖοι βασιλῆες: ὁ δ ἔξοχος, ὅν κε φιλήσῃ γεινόμενον τὰ πρῶτα: πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ: ἀλλ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς: τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει. καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε καὶ Συρίας Λιβύας τε κελαινῶν τ Αἰθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἰᾶ καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας: τόσσον ἐπ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον πάντοθε. λαοὶ δ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι: τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν οἷ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων: ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, πολλὸν δ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ ἀγῶνας ἵκετ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Μουσάων δ ὑποφῆται ἀείδοντι Πτολεμαῖον ἀντ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἰή ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι· τοῦτο καὶ Ἀτρείδαισι μένει: τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος: μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς: ἐν δ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ ἐλέφαντι ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τ ἰφθίμα τ ἄλοχος, τᾶς οὔτις ἀρείων νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ ἀγοστῷ, ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα ῾Ρέα βασιλῆας Ὀλύμπου: ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος ῏Ιρις. χαῖρε ἄναξ Πτολεμαῖε: σέθεν δ ἐγὼ ἶσα καὶ ἄλλων μνάσομαι ἡμιθέων, δοκέω δ ἔπος οὐκ ἀπόβλητον φθέγξομαι ἐσσομένοις: ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION