호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς, ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν. Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι: ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν. τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ ἀῶ ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ ἀσπασίως, οὐδ αὖθις ἀδωρήτους ἀποπέμψει· αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ ἰάσι, πολλά με τωθάζοισαι, ὅ τ ἀλιθίαν ὁδὸν ἦνθον, ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι, ἔνθ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται. τίς τῶν νῦν τοιόσδε· τίς εὖ εἰπόντα φιλήσει· οὐκ οἶδ: οὐ γὰρ ἔτ ἄνδρες ἐπ ἔργμασιν ὡς πάρος ἐσθλοῖς αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ ὑπὸ κερδέων. πᾶς δ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη, ἀλλ εὐθὺς μυθεῖται: "ἀπωτέρω ἢ γόνυ κνάμα: αὐτῷ μοί τι γένοιτο: θεοὶ τιμῶσιν ἀοιδούς. τίς δέ κεν ἄλλου ἀκούσαι· ἅλις πάντεσσιν Ὅμηρος. οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν. " Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς κείμενος· οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις, ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν: πολλοὺς δ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν, μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ μειλίξαντ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι, Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, ὄφρα καὶ εἰν Αἴδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, μηδ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος, ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων. πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται: πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι, μυρία δ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις: ἀλλ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος, ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο, εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ ὀνομαστοὺς ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι, οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων. τίς δ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω, εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί· οὐδ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς πάντας ἐπ ἀνθρώπους, Αἴδαν τ εἰς ἔσχατον ἐλθὼν ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος, δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ ἂν ὑφορβὸς Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ ἀγελαίαις ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης, εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί. Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι, χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων. ἀλλ ἶσος γὰρ ὁ μόχθος ἐπ ᾀόνι κύματα μετρεῖν, ὅσς ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ, ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον, καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν. χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν. αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν. δίζημαι δ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω σὺν Μοίσαις: χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. οὔπω μῆνας ἄγων ἔκαμ οὐρανὸς οὐδ ἐνιαυτούς: πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἁρ´ματος ἵπποι: ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ ἀοιδοῦ, ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἰάς ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου. ἤδη νῦν Φοίνικες ὑπ ἠελίῳ δύνοντι οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεϊ´νοισιν: ἐν δ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι Ἀθάνα κούρη θ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων εἴληχας μέγα ἄστυ παρ ὕδασι Λυσιμελείας, ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας τέκνοις ἠδ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν: ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις, δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας: ἀγροὺς δ ἐργάζοιντο τεθαλότας: αἱ δ ἀνάριθμοι μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι ἀμπεδίον βληχοῖντο, βόες δ ἀγελαδὸν ἐς αὖλιν ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν: νειοὶ δ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων ἀχεῖ ἐν ἀκρεμόνεσσιν: ἀράχνια δ εἰς ὅπλ ἀράχναι λεπτὰ διαστήσαιντο, βοᾶς δ ἔτι μηδ ὄνομ εἰή. ὑψηλὸν δ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν. καλλείψω δ οὐδ ὔμμε: τί γὰρ Χαρίτων ἀγαπητὸν ἀνθρώποις ἀπάνευθεν· ἀεὶ Χαρίτεσσιν ἅμ εἰήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기