- 텍스트

Theocritus, Idylls, Συρακούσιαι ἢ Αδωνιάζουσαι?

(테오크리토스, Idylls, Συρακούσιαι ἢ Αδωνιάζουσαι)

Ἔνδοι Πραξινόα· Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμ ὅτι καὶ νῦν ἦνθες. ὁρ´η δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. ἔχει κάλλιστα. καθίζευ. ὢ τᾶς ἀλεμάτω ψυχᾶς: μόλις ὔμμιν ἐσώθην Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες: ἁ δ ὁδὸς ἄτρυτος: τὺ δ ἑκαστάτω ὅσσον ἀποικεῖς. ταῦθ ὁ πάραρος τῆνος ἐπ ἔσχατα γᾶς ἔλαβ ἐνθὼν ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες ἀλλάλαις, ποτ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος: ὁρ´η γύναι, ὡς ποθορῇ τυ. θάρσει Ζωπυρίων, γλυκερὸν τέκος: οὐ λέγει ἀπφῦν. αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. καλὸς ἀπφῦς. ἀπφῦς μὰν τῆνος τὰ πρόαν λέγομες δὲ πρόαν θην πάντα νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας: ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, πέντε πόκως ἔλαβ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ ἔργῳ. ἀλλ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω θασόμεναι τὸν Ἄδωνιν: ἀκούω χρῆμα καλόν τι κοσμεῖν τὰν βασίλισσαν. ἐν ὀλβίω ὄλβια πάντα. ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. ἑρ´πειν ὡρ´α κ εἰή. ἀεργοῖς αἰὲν ἑορτά. Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν: κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ. ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις· παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι. ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος· ὧδε φέρ αὐτάν. Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα τοῦτο πρέπει: λέγε μοι, πόσσω κατέβα τοι ἀφ ἱστῶ· μὴ μνάσῃς Γοργοῖ: πλέον ἀργυρίω καθαρῶ μνᾶν ἢ δύο: τοῖς δ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα. ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι. τοῦτο κάλ εἶπες. τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. δάκρυ, ὅσσα θέλεις, χωλὸν δ οὐ δεῖ τυ γενέσθαι. ἑρ´πωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, τὰν κύν ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον. -- ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι χρὴ τὸ κακόν· μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα, ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκ; ; ν: οὐδεὶς κακοεργὸς δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, οἱᾶ πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. ἁδίστα Γοργοῖ, τί γενοίμεθα· τοὶ πολεμισταὶ ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός: ἴδ ὡς ἄγριος. κυνοθαρσὴς Εὐνόα, οὐ φευξῇ· διαχρησεῖται τὸν ἄγοντα. ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. θάρσει Πραξινόα: καὶ δὴ γεγενήμεθ ὄπισθεν, τοὶ δ ἔβαν ἐς χώραν. καὐτὰ συναγείρομαι ἤδη. ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω ἐκ παιδός. σπεύδωμες: ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ. ἐξ αὐλᾶς ὦ μᾶτερ· ἐγὼν ὦ τέκνα. παρενθεῖν εὐμαρές· ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί, καλλίστα παίδων: πείρᾳ θην πάντα τελεῖται. χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθ Ἥρην. θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι: λάβε καὶ τὺ Εὐνόα Εὐτυχίδος: πότεχ αὐτᾷ, μή τι πλαναθῇς. πᾶσαι ἅμ εἰσένθωμες: ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. οὐκ ἐπ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι: ὄχλος ἄθρως. ὠθεῦνθ ὥσπερ ὑές. θάρσει γύναι: ἐν καλῷ εἰμές. κεἰς ὡρ´ας κἤπειτα φίλ ἀνδρῶν ἐν καλῷ εἰής ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἇμιν: ἄγ ὦ δειλὰ τὺ βιάζευ. κάλλιστ: ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπ ἀποκλᾴξας. Πραξινόα, πόταγ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα: θεῶν περονάματα φασεῖς. πότνι Ἀθαναία, ποῖαί σφ ἐπόνασαν ἔριθοι, ποῖοι ζῳογράφοι τἀκριβέα γράμματ ἔγραψαν. ὡς ἔτυμ ἑστάκαντι, καὶ ὡς ἔτυμ ἐνδινεῦντι, ἔμψυχ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ ὥνθρωπος. αὐτὸς δ ὡς θαητὸς ἐπ ἀργυρέας κατάκειται κλισμῶ, πρᾶτον ἰούλον ἀπὸ κροτάφων καταβάλλων, ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. παύσασθ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. μᾶ, πόθεν ὥνθρωπος· τί δὲ τίν, εἰ κωτίλαι εἰμές· πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις· ὡς δ εἰδῇς καὶ τοῦτο: Κορίνθιαι εἰμὲς ἄνωθεν, ὡς καὶ ὁ Βελλεροφῶν: Πελοποννασιστὶ λαλεῦμες: δωρίσδεν δ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι. μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἰή, πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. σιγᾷ Πραξινόα: μέλλει τὸν Ἄδωνιν ἀείδειν ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε. φθεγξεῖταί τι σάφ οἶδα καλόν: διαθρύπτεται ἤδη. Δέσποιν, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας αἰπεινάν τ Ἐρύκαν, χρυσῷ παίζοις Ἀφροδίτα: οἱό῀ν τοι τὸν Ἄδωνιν ἀπ ἀενάω Ἀχέροντος μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον ῟Ωραι. βάρδισται μακάρων ῟Ωραι φίλαι, ἀλλὰ ποθειναὶ ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός: τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν. πὰρ μέν οἱ ὡρ´ια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται, πὰρ δ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει ἀλάβαστρα. εἴδατα δ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ, ὅσσά τ ἀπὸ γλυκερῶ μέλιτος τά τ ἐν ὑγρῷ ἐλαίῳ, πάντ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι. χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ δέδμανθ: οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, οἱοῖ ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ ὄζω. ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες. πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων: "ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα. " τὰν μὲν Κύπρις ἔχει, τὰν δ ὁ ῥοδόπαχυς Ἄδωνις ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχ ὁ γαμβρός. οὐ κεντεῖ τὸ φίλαμ, ἔτι οἱ περὶ χείλεα πυρρά. νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα: ἀῶθεν δ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω οἰσεῦμες ποτὶ κύματ ἐπ ἀιόνι πτύοντα, λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ ἀοιδᾶς: Ἕρπεις ὦ φίλ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ Ἀγαμέμνων τοῦτ ἔπαθ, οὔτ Αἰάς ὁ μέγας βαρυμάνιος ἡρ´ως, οὔθ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων, οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, οὔθ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες, οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί: ἵλαθι νῦν φίλ Ἄδωνι, καὶ ἐς νέωτ εὐθυμήσαις. καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκ ἀφίκῃ, φίλος ἡξεῖς. Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ. ὡρ´α ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας. χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς. χαῖρε Ἄδων ἀγαπητέ: καὶ ἐς χαίροντας ἀφίκευ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION