호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. ἀλλὰ τὺ ταὐτά, Αἰσχίνα. ὡς χρόνιος. χρόνιος· τί δέ τοι τὸ μέλημα· πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε. ταῦτ ἄρα λεπτός, χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι. τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς, ὠχρὸς κἀνυπόδητος: Ἀθηναῖος δ ἔφατ ἦμεν. ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω. παίσδεις ὦγάθ ἔχων: ἐμὲ δ ἁ χαρίεσσα Κυνίσκα ὑβρίσδει: λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον. τοιοῦτος μὲν ἀεὶ τὺ φίλ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, πάντ ἐθέλων κατὰ καιρόν: ὅμως δ εἶπον, τί τὸ καινόν. ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας ῏Απις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας ἐν χώρῳ παρ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ. βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς. ἤδη δὲ προϊόντος, ἔδοξ ἐπιχεῖσθαι ἄκρατον ὧτινος ἤθελ ἕκαστος: ἔδει μόνον ὧτινος εἰπεῖν. ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο: ἁ δ οὐδὲν παρεόντος ἐμεῦ. τίν ἔχειν με δοκεῖς νοῦν· "οὐ φθεγξῇ· λύκον εἶδες: ἔπαιξέ τις. "ὡς σοφός" εἶπε, κἠφᾶπτ: εὐμαρέως κεν ἀπ αὐτᾶς καὶ λύχνον ἇψας. ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. χἁμῖν τοῦτο δι ὠτὸς ἔγεντό ποθ ἁσυχᾷ οὑτῶς: οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν. ἤδη δ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, χὡ Λαρισαῖος "τὸν ἐμὸν Λύκον" ᾆδεν ἀπ ἀρχᾶς, Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες: ἁ δὲ Κυνίσκα ἔκλαι ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως ἔξω ἀπῴχετο θᾶσσον. "ἐμὸν κακόν, οὔ τοι ἀρέσκω· ἄλλός τοι γλυκίων ὑποκόλπιος· ἄλλον ἰοῖσα θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι. " μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν: ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα ἰθὺ δι ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. αἶνός θην λέγεταί τις: ἔβα τάχα ταῦρος ἀν ὕλαν. εἴκατι: ταὶ δ ὀκτώ, ταὶ δ ἐννέα, ταὶ δὲ δέκ ἄλλαι, σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, ἐξ ὧ ἀπ ἀλλάλων. οὐδ εἰ Θρᾳκιστὶ κέκαρμαι, οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται. ἄμμες δ οὔτε λόγω τινὸς ἄξιοι οὔτ ἀριθμητοί, δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ. κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἑρ´ποι. νῦν δὲ πόθεν· μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας. χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς ἐκπλεύσας ὑγιὴς ἐπανῆλθ, ἐμὸς ἁλικιώτας. πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις Αἰσχίνα. εἰ δ οὑτῶς ἄρα τοι δοκεῖ ὥστ ἀποδαμεῖν, μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἱο῀ς ἄριστος, τἄλλα δ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἱο῀ς ἄριστος· εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ ἔτι μᾶλλον, πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων οἱᾶ χρὴ βασιλῆ: αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ Αἰσχίνα. ὥστ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει λῶπος ἄκρον περονᾶσθαι, ἐπ ἀμφοτέροις δὲ βεβακὼς τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἑρ´πει λευκαίνων ὁ χρόνος: ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기