호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ, ὡς ἐδοκεῦμες, Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο. οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, οἳ θνατοὶ πελόμεσθα, τὸ δ αὔριον οὐκ ἐσορῶμες: ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος, καί νιν πάντ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο: χωρὶς δ οὐδέποκ ἦς, οὔτ εἰ μέσον ἆμαρ ὄροιτο, οὔτ ἄρ ὅχ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, οὐδ ὁπόκ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, σεισαμένας πτερὰ ματρὸς ἐπ αἰθαλόεντι πετεύρῳ, ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἰή, αὐτῷ δ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ ἀποβαίη. ἀλλ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων Αἰσονίδας, οἱ δ αὐτῷ ἀριστῆες συνέποντο πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν, Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, σὺν δ αὐτῷ κατέβαινεν Ὕλας εὐέδρον ἐς Ἀργώ, ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, ἀλλὰ διεξάιξε--βαθὺν δ εἰσέδραμε Φᾶσιν-- αἰετὸς ἐς μέγα λαῖτμα: ἀφ οὗ τότε χοιράδες ἔσταν. ἆμος δ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ ἄρνα νέον βόσκοντι, τετραμμένου εἰάρος ἤδη, τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἀώτος ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι, εἴσω δ ὁρ´μον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα. ἐκβάντες δ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν. λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, ἔνθεν βούτομον ὀξὺ βαθύν τ ἐτάμοντο κύπειρον. κᾤχεθ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν αὐτῷ θ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι, οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν, χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν ἡμένῳ ἐν χώρῳ: περὶ δὲ θρύα πολλὰ πεφύκει, κυάνεόν τε χελιδόνιον χλωρόν τ ἀδίαντον καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις. ὕδατι δ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο, Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, Εὐνείκα καὶ Μαλὶς ἐάρ θ ὁρόωσα Νύχεια, ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν βάψαι ἐπειγόμενος, ταὶ δ ἐν χερὶ πᾶσαι ἔφυσαν: πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν Ἀργείῳ ἐπὶ παιδί: κατήριπε δ ἐς μέλαν ὕδωρ ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ οὐρανοῦ ἤριπεν ἀστὴρ ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις: "κουφότερ ὦ παῖδες ποιεῖσθ ὅπλα: πνευστικὸς οὖρος. " Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι δακρυόεντ ἀγανοῖσι παρεψύχοντ ἐπέεσσιν. Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ. τρὶς μὲν Ὕλαν ἀύσεν, ὅσον βαρὺς ἤρυγε λαιμός: τρὶς δ ἄρ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ ἵκετο φωνὰ ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. ὡς δ ὁπότ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας, νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα: Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις παῖδα ποθῶν δεδόνητο, πολὺν δ ἐπελάμβανε χῶρον. σχέτλιοι οἱ φιλέοντες: ἀλώμενος ὅσς ἐμόγησεν οὔρεα καὶ δρυμούς, τὰ δ Ἰήσονος ὕστερα πάντ ἦς. ναῦς γέμεν ἄρμεν ἔχοισα μετάρσια τῶν παρεόντων, ἱστία δ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον Ἡρακλῆα μένοντες. ὁ δ ᾇ πόδες ἆγον ἐχώρει μαινόμενος: χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν. οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται: Ἡρακλέην δ ἡρ´ωες ἐκερτόμεον λιποναύταν, οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ, πεζᾷ δ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기