호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ· ἤλυθες: οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν. ὅσσον ἐάρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο ἅδιον, ὅσσον ὀίς σφετέρας λασιωτέρα ἀρνός, ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, τόσσον ἔμ εὔφρανας τὺ φανείς, σκιερὰν δ ὑπὸ φαγὸν ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. εἴθ ὁμαλοὶ πνεύσειαν ἐπ ἀμφοτέροισιν Ἔρωτες νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά. θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην φῶθ, ὁ μὲν εἴσπνηλος, φαίη χ ὡμυκλαϊάσδων, τὸν δ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν. ἀλλήλους δ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότ ἦσαν χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλης ὁ φιληθείς. " εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα: "ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω πᾶσι διὰ στόματος, μετὰ δ ἠιθέοισι μάλιστα. " ἀλλ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες ἔσσονθ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, διπλάσιον δ ὤνασας, ἔχων δ ἐπίμετρον ἀπῆνθον. Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. αἰεί οἱ περὶ τύμβον ἀολλέες εἰάρι πράτῳ κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρ ἀπῆνθεν. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ ἐπιβωτᾷ Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기