- 텍스트

Theocritus, Idylls, Κύκλωψ?

(테오크리토스, Idylls, Κύκλωψ)

Οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο Νικία οὔτ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ ἐπίπαστον, ἢ ταὶ Πιερίδες: κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ γίνετ ἐπ ἀνθρώποις, εὑρεῖν δ οὐ ῥᾴδιόν ἐστι. γινώσκειν δ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις. οὕτω γοῦν ῥάιστα διᾶγ ὁ Κύκλωψ ὁ παρ ἁμῖν, ὡρχαῖος Πολύφαμος, ὅκ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. ἤρατο δ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, ἀλλ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. πολλάκι ταὶ ὀιές ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον χλωρᾶς ἐκ βοτάνας: ὁ δὲ τὰν Γαλάτειαν ἀείδων αὐτόθ ἐπ ἀιόνος κατετάκετο φυκιοέσσας ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. ἀλλὰ τὸ φάρμακον εὑρ῀ε, καθεζόμενος δ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἀείδε τοιαῦτα. ῏Ω λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ ἀποβάλλῃ· λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δ αὖθ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δ εὐθὺς ἰοῖς, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δ ὥσπερ ὀίς πολιὸν λύκον ἀθρήσασα. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοις ὑακίνθινα φύλλα ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ ὁδὸν ἁγεμόνευον. παύσασθαι δ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν ἐκ τήνω δύναμαι: τὶν δ οὐ μέλει, οὐ μὰ Δί οὐδέν. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις: ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. ἀλλ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω: τυρὸς δ οὐ λείπει μ οὔτ ἐν θέρει οὔτ ἐν ὀπώρᾳ, οὐ χειμῶνος ἄκρω: ταρσοὶ δ ὑπεραχθέες αἰεί. συρίσδεν δ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. ἀλλ ἀφίκευσο ποθ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἐά ποτὶ χέρσον ὀρεχθεῖν. ἅδιον ἐν τὤντρῳ παρ ἐμὶν τὰν νύκτα διαξεῖς. ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προϊήτι. τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ ἕλοιτο· αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. καιόμενος δ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕν ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. ὤμοι, ὅ τ οὐκ ἔτεκέν μ ἁ μάτηρ βραγχί ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ ἢ μάκων ἁπαλὰν ἐρυθρὰ πλαταγώνι ἔχοισαν. ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ ἐδυνάθην. νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, αἴκά τις σὺν ναϊ` πλέων ξένος ὧδ ἀφίκηται, ὡς εἰδῶ, τί ποθ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν. ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδ ἀπενθεῖν. ποιμαίνειν δ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ ἀμέλγειν καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ: οὐδὲν πήποχ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦτ ἆμαρ ἐπ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι· αἴκ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις· εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον ἄλλαν. πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ αὐταῖς ὑπακούσω δῆλον ὅ τ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν. Οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα μουσίσδων, ῥᾷον δὲ διᾶγ ἢ εἰ χρυσὸν ἔδωκεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION