호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις· οὔθ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, οὔθ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ ἀπολείπῃ ὥσπερ ὀίς ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε. ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις· Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμ ἀτεράμνω, οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων· οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί· οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι ἔρωτα· μηδέ γε συμβαίη: χαλεπὸν χορίω κύνα γεῦσαι. ἀλλ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος. ἐκ πίθω ἀντλεῖς δῆλον: ἐγὼ δ ἔχω οὐδ ἅλις ὄξος. τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. τίς δέ τυ τᾶν παίδων λυμαίνεται· ἁ Πολυβώτα, ἃ πρᾶν ἀμάντεσσι παρ Ἱπποκίωνι ποταύλει. εὑρ῀ε θεὸς τὸν ἀλιτρόν: ἔχεις πάλαι ὧν ἐπεθύμεις. μάντίς τοι τὰν νύκτα χροϊξεῖθ ἁ καλαμαία. μωμᾶσθαί μ ἄρχῃ τύ: τυφλὸς δ οὐκ αὐτὸς ὁ Πλοῦτος, ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. οὐ μέγα μυθεῦμαι: τὺ μόνον κατάβαλλε τὸ λᾷον, καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς ἐργαξῇ: καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι παῖδ: ὧν γάρ χ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. καὶ τὸ ἰόν μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, ἁ γέρανος τὤροτρον, ἐγὼ δ ἐπὶ τὶν μεμάνημαι. αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, χρύσεοι ἀμφότεροί κ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δ ἐγὼ καὶ καινὰς ἐπ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσς, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος: τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. ῏Η καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὐέργόν τ εἰή καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι: "σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. " Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω: πιαίνεται ὁ στάχυς οὑτῶς. Σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον: ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. Εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος: οὐ μελεδαίνει τὸν προπιεῖν ἐγχεῦντα: πάρεστι γὰρ ἄφθονον αὐτῷ. Κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν: μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. Ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα μυθίσδεν τᾷ ματρὶ κατ εὐνὰν ὀρθρευοίσᾳ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기