- 텍스트

Theocritus, Idylls, Θαλύσια?

(테오크리토스, Idylls, Θαλύσια)

῏Ης χρόνος ἁνίκ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα εἱρ´πομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας: τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ: ταὶ δὲ παρ αὐτὰν αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὑρ´ομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ ἐῴκει. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο κνακὸν δέρμ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλακερῷ, ῥοικὰν δ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. καί μ ἀτρέμας εἶπε σεσαρὼς ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς: "Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι· ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι· ἤ τινος ἀστῶν λανὸν ἔπι θρώσκεις· ὥς τοι ποσὶ νισσομένοιο πᾶσα λίθος πταίοισα ποτ ἀρβυλίδεσσιν ἀείδει. " τὸν δ ἐγὼ ἀμείφθην: "Λυκίδα φίλε, φαντί τυ πάντες συριγκτὰν ἔμεναι μέγ ὑπείροχον ἔν τε νομεῦσιν ἔν τ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει ἁμέτερον: καί τοι κατ ἐμὸν νόον ἰσοφαρίζειν ἔλπομαι. ἁ δ ὁδὸς ἅδε θαλυσιάς: ἦ γὰρ ἑταῖροι ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι ὄλβω ἀπαρχόμενοι: μάλα γάρ σφισι πίονι μέτρῳ ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. ἀλλ ἄγε δή--ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς-- βουκολιασδώμεσθα: τάχ ὥτερος ἄλλον ὀνασεῖ. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι πάντες ἀοιδὸν ἄριστον: ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν: οὐ γάρ πω κατ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν ἀείδων, βάτραχος δὲ ποτ ἀκρίδας ὥς τις ἐρίσδω. " ὣς ἐφάμαν ἐπίταδες: ὁ δ αἰπόλος ἁδὺ γελάσσας, "τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ πᾶν ἐπ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. ὥς μοι καὶ τέκτων μέγ ἀπέχθεται, ὅστις ἐρευνῇ ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. ἀλλ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθ ἀοιδᾶς, Σιμιχίδα: κἠγὼ μέν--ὁρ´η φίλος, εἴ τοι ἀρέσκει τοῦθ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. " Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτ ἐπ ὠκεανῷ πόδας ἴσχῃ, αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται: θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε νότον τόν τ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ: ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὡρ´ια πάντα γένοιτο, καὶ εὔπλοξν ὁρ´μον ἵκοιτο. κἠγὼ τῆνο κατ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοϊών στέφανον περὶ κρατὶ φυλάσσων τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστ ἐπὶ πᾶχυν κνύζᾳ τ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας: ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Ἱμέρα αἵτε φύοντι παρ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ Αἷμον ἢ Ἄθω ἢ ῾Ροδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δ ὥς ποκ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν κηρία φερβόμενος ἔτος ὡρ´ιον ἐξεπόνασας. αἴθ ἐπ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀν ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαϊών, τὺ δ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. Χὡ μὲν τόσς εἰπὼν ἀπεπαύσατο: τὸν δὲ μετ αὖθις κἠγὼ τοῖ ἐφάμαν: "Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα Νύμφαι κἠμὲ δίδαξαν ἀν ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα: ἀλλὰ τόγ ἐκ πάντων μέγ ὑπείροχον, ᾧ τυ γεραίρειν ἀρξεῦμ: ἀλλ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον: ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἰάρος αἶγες ἐρᾶντι. ὡρ´ατος δ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπ ὀστέον αἴθετ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, εἴτ ἐστ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη: εἰ δ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ ὀνύχεσσι δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἰής δ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. ὔμμες δ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες "αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. " μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες: ὁ δ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, εἷς δ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. Τόσς ἐφάμαν: ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. χὡ μὲν ἀποκλίνας ἐπ ἀριστερὰ τὰν ἐπὶ Πύξας εἱρ῀φ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. πολλαὶ δ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο αἴγειροι πτελέαι τε: τὸ δ ἐγγύθεν ἱερὸν ὕδωρ Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες τέττιγες λαλαγεῦντες ἔχον πόνον: ἁ δ ὀλολυγὼν τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. ἀείδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. πάντ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ ὀπώρας. ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα δαψιλέως ἁμῖν ἐκυλίνδετο: τοὶ δ ἐκέχυντο ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε: τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον κρατῆρ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων· ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατ αὐλία ποσσὶ χορεῦσαι, οἱο῀ν δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι βωμῷ πὰρ Δάματρος ἀλῳάδος· ἇς ἐπὶ σωρῷ αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION