- 텍스트

Theocritus, Idylls, Βουκολιασταὶ Κομάτας καὶ Λάκων?

(테오크리토스, Idylls, Βουκολιασταὶ Κομάτας καὶ Λάκων)

Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα: τό μευ νάκος ἐχθὲς ἔκλεψεν. οὐκ ἀπὸ τᾶς κράνας· σίττ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν· τὰν ποίαν σύριγγα· τὺ γάρ ποκα δῶλε Σιβύρτα ἐκτάσα σύριγγα· τί δ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι· τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκ ἔβα νάκος· εἰπὲ Κομάτα: οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα: τὺ δ ὦ κακὲ καὶ τόκ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων τὰν βαίταν ἀπέδυς ὁ Καλαιθίδος, ἢ κατὰ τήνας τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε ἀροίμαν. ἀλλ ὦν αἴκα λῇς ἔριφον θέμεν--ἔστι μὲν οὐδὲν ἱερόν--ἀλλά γε τοι διαείσομαι, ἕστέ κ ἀπείπῃς. ὗς ποτ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται ὡρ´ιφος: ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. καὶ πῶς ὦ κίναδος τὺ τάδ ἔσσεται ἐξ ἴσω ἁμίν· τίς τρίχας ἀντ ἐρίων ἐποκίξατο· τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ ἀμέλγειν· ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι ὡρ´ιφος ἰσοπαλής, τυῖδ ὁ τράγος οὗτος. ἔρισδε. μὴ σπεῦδ: οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ τεῖδ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται: ὧδε πεφύκει ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι. ἀλλ οὔ τι σπεύδω: μέγα δ ἄχθομαι, εἰ τύ με τολμῇς ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ ἐόντα παῖδ ἔτ ἐγὼν ἐδίδασκον. ἴδ ἁ χάρις ἐς τί ποθ ἑρ´πει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. καὶ πόκ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας μέμναμ· ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. ἀλλὰ γὰρ ἑρ´φ ὦδ, ἑρ´πε, καὶ ὕστατα βουκολιαξῇ. οὐχ ἑρψῶ τηνεῖ: τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι: ἔνθ ὕδατος ψυχρῶ κρᾶναι δύο: ταὶ δ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι: καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν: βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκ ἔνθῃς, ὕπνω μαλακώτερα: ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχων ἀνθεῦσαν: ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί ἐχοίσας. αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ: τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε τίς κρινεῖ· αἴθ ἔνθοι πόθ ὁ βουκόλος ὧδ ὁ Λυκώπας. οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι: ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας τήνας τὰς παρὰ τὶν ξυλοχίζεται: ἔστι δὲ Μόρσων. βωστρέωμες. τὺ κάλει νιν. ἴθ ὦ ξένε μικκὸν ἄκουσον τεῖδ ἐνθών: ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. τὺ δ ὦ φίλε μήτ ἐμὲ Μόρσων ἐν χάριτι κρίνῃς, μήτ ὦν τύγα τοῦτον ὀνάσῃς. ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ τὸ πλέον ἰθύνῃς, μήτ ὦν τύγα τῷδε χαρίξῃ. ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα αἴτ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον· ὡς λάλος ἐσσί. βέντισθ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ ἀγορεύω κοὐδὲν καυχέομαι: τὺ δ ἄγαν φιλοκέρτομος ἐσσί. εἰᾶ λέγ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντ ἄφες: ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα. ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν Δάφνιν: ἐγὼ δ αὐταῖς χιμάρως δύο πρᾶν ποκ ἔθυσα. καὶ γὰρ ἔμ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, καί μ ἁ παῖς ποθορεῦσα "τάλαν" λέγει "αὐτὸς ἀμέλγεις· φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει: λιπαρὰ δὲ παρ αὐχένα σείετ ἔθειρα. ἀλλ οὐ σύμβλητ ἐστὶ κυνόσβατος οὐδ ἀνεμώνα πρὸς ῥόδα, τῶν ἄνδηρα παρ αἱμασιαῖσι πεφύκει. οὐδὲ γὰρ οὐδ ἀκύλοις ὁμομαλίδες: αἱ μὲν ἔχοντι λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν ἐκ τᾶς ἀρκεύθω καθελών: τηνεῖ γὰρ ἐφίσδει. ἀλλ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. σίττ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες: ὧδε νέμεσθε, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα· τουτεῖ βοσκησεῖσθε ποτ ἀντολάς, ὡς ὁ Φάλαρος. ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, ἔργον Πραξιτέλευς: τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει, ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, μή μευ λωβασεῖσθε τὰς ἀμπέλος: ἐντὶ γὰρ ἇβαι. τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω: οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. ἦ οὐ μέμνᾳ, ὅκ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας· τοῦτο μὲν οὐ μέμναμ: ὅκα μάν ποκα τεῖδέ τυ δήσας Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γ ἴσαμι. ἦ δή τις Μόρσων πικραίνεται: ἢ οὐχὶ παρῄσθευ· σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. κἠγὼ μὰν κνίζω Μόρσων τινά: καὶ τὺ δὲ λεύσσεις. ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Ἱμέρα ἀνθ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι οἴνῳ πορφύροις, τὰ δέ τ οἴσυα καρπὸν ἐνείκαι. ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον ἁ παῖς ἀνθ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. ταῖσι δ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. οὐκ ἔραμ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε τῶν ὤτων καθελοῖς, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. ἀλλ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα: καὶ γὰρ ὅκ αὐτῷ τὰν σύριγγ ὤρεξα, καλόν τί με κάρτ ἐφίλασεν. οὐ θεμιτὸν Λάκων ποτ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδ ἔποπας κύκνοισι: τὺ δ ὦ τάλαν ἐσσὶ φιλεχθής. παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα δωρεῖται Μόρσων τὰν ἀμνίδα: καὶ τὺ δὲ θύσας ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων νῦν ἀγέλα: κἠγὼ γὰρ ἴδ ὡς μέγα τοῦτο καχαξῶ κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκ ἤδη ἀνυσάμαν τὰν ἀμνόν: ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες: αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τιν ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION